Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
1
ΤOΥ AΥΤOΥ ΠEΡI AΝAΣΤAΣEΩΣ ΝEΚΡΩΝ
Παντὶ δόγματι καὶ λόγῳ τῆς ἐν τούτοις ἀληθείας ἐχομένῳ
παραφύεταί τι ψεῦδος· παραφύεται δὲ οὐκ ἐξ ὑποκειμένης τινὸς
ἀρχῆς κατὰ φύσιν ὁρμώμενον ἢ τῆς κατ' αὐτὸ ὅπερ ἐστὶν ἕκαστον
αἰτίας, ἀλλ' ὑπὸ τῶν τὴν ἔκθεσμον σπορὰν ἐπὶ διαφθορᾷ τῆς
ἀληθείας τετιμηκότων σπουδαζόμενον.
τοῦτο δ' ἔστιν εὑρεῖν
πρῶτον μὲν ἐκ τῶν πάλαι ταῖς περὶ τούτων φροντίσιν ἐσχολακότων
καὶ τῆς ἐκείνων πρός τε τοὺς ἑαυτῶν πρεσβυτέρους καὶ τοὺς
ὁμοχρόνους γενομένης διαφορᾶς, οὐχ ἥκιστα δὲ ἐξ αὐτῆς τῆς τῶν ἐν
μέσῳ στρεφομένων ταραχῆς. οὐδὲν γὰρ τῶν ἀληθῶν οἱ τοιοῦτοι
κατέλιπον ἀσυκοφάντητον, οὐ τὴν οὐσίαν τοῦ θεοῦ, οὐ τὴν γνῶσιν,
οὐ τὴν ἐνέργειαν, οὐ τὰ τούτοις ἐφεξῆς καθ' εἱρμὸν ἑπόμενα καὶ τὸν
τῆς εὐσεβείας ἡμῖν ὑπογράφοντα λόγον· ἀλλ' οἱ μὲν πάντῃ καὶ
καθάπαξ ἀπογινώσκουσιν τὴν περὶ τούτων ἀλήθειαν, οἱ δὲ πρὸς τὸ
δοκοῦν αὑτοῖς διαστρέφουσιν, οἱ δὲ καὶ περὶ τῶν ἐμφανῶν ἀπορεῖν
ἐπιτηδεύουσιν.
ὅθεν οἶμαι δεῖν τοῖς περὶ ταῦτα πονουμένοις
λόγων διττῶν, τῶν μὲν ὑπὲρ τῆς ἀληθείας, τῶν δὲ περὶ τῆς ἀληθείας·
καὶ τῶν μὲν ὑπὲρ τῆς ἀληθείας πρὸς τοὺς ἀπιστοῦντας ἢ τοὺς
ἀμφιβάλλοντας, τῶν δὲ περὶ τῆς ἀληθείας πρὸς τοὺς εὐγνωμονοῦντας
καὶ μετ' εὐνοίας δεχομένους τὴν ἀλήθειαν. ὧν ἕνεκεν χρὴ τοὺς περὶ
τούτων ἐξετάζειν ἐθέλοντας τὴν ἑκάστοτε προκειμένην χρείαν
σκοπεῖν καὶ ταύτῃ τοὺς λόγους μετρεῖν τήν τε περὶ τούτων τάξιν
μεθαρμόζειν πρὸς τὸ δέον καὶ μὴ τῷ δοκεῖν τὴν αὐτὴν πάντοτε
φυλάττειν ἀρχὴν ἀμελεῖν τοῦ προσήκοντος καὶ τῆς ἐπιβαλλούσης
ἑκάστῳ χώρας.
ὡς μὲν γὰρ πρὸς ἀπόδειξιν καὶ τὴν φυσικὴν
ἀκολουθίαν, πάντοτε πρωτοστατοῦσιν οἱ περὶ αὐτῆς λόγοι τῶν
ὑπὲρ αὐτῆς, ὡς δὲ πρὸς τὸ χρειωδέστερον, ἀνεστραμμένως οἱ ὑπὲρ
αὐτῆς τῶν περὶ αὐτῆς. οὔτε γὰρ γεωργὸς δύναιτ' ἂν προσηκόντως
καταβάλλειν τῇ γῇ τὰ σπέρματα, μὴ προεξελὼν τὰ τῆς ἀγρίας ὕλης
καὶ <τὰ> τοῖς καταβαλλομένοις ἡμέροις σπέρμασιν λυμαινόμενα,
οὔτε ἰατρὸς ἐνεῖναί τι τῶν ὑγιεινῶν φαρμάκων τῷ δεομένῳ
θεραπείας σώματι, μὴ τὴν ἐνοῦσαν κακίαν προκαθήρας ἢ τὴν
ἐπιρρέουσαν ἐπισχών· οὔτε μὴν ὁ τὴν ἀλήθειαν διδάσκειν ἐθέλων
περὶ τῆς ἀληθείας λέγων πεῖσαι δύναιτ' ἄν τινα ψευδοδοξίας τινὸς
ὑποικουρούσης τῇ τῶν ἀκουόντων διανοίᾳ καὶ τοῖς λόγοις ἀντι-
στατούσης.
διὸ πρὸς τὸ χρειωδέστερον ἀφορῶντες καὶ ἡμεῖς
προτάσσομεν ἔσθ' ὅτε τοὺς ὑπὲρ τῆς ἀληθείας λόγους τῶν περὶ τῆς
ἀληθείας· κατὰ τὸν αὐτὸν δὲ τρόπον ποιῆσαι καὶ νῦν ἐπὶ τῶν τῆς
ἀναστάσεως λόγων οὐκ ἀχρεῖον φαίνεται σκοποῦσι τὸ δέον. καὶ
γὰρ ἐν τούτοις εὑρίσκομεν τοὺς μὲν ἀπιστοῦντας πάντῃ, τινὰς δὲ
ἀμφιβάλλοντας καὶ τῶν γε τὰς πρώτας ὑποθέσεις δεξαμένων τινὰς
ἐπ' ἴσης τοῖς ἀμφιβάλλουσιν ἀποροῦντας· τὸ δὲ πάντων παραλογώ-
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
2
τατον ὅτι ταῦτα πάσχουσιν οὐδ' ἡντιναοῦν ἔχοντες ἐκ τῶν πραγμά-
των ἀπιστίας ἀφορμὴν οὐδ' αἰτίαν εὑρίσκοντες εἰπεῖν εὔλογον, δι'
ἣν ἀπιστοῦσιν ἢ διαποροῦσιν.
Σκοπῶμεν δὲ οὑτωσί. πᾶσα ἀπιστία μὴ προχείρως καὶ κατά
τινα δόξαν ἄκριτον ἐγγινομένη τισὶν ἀλλὰ μετά τινος αἰτίας ἰσχυρᾶς
καὶ τῆς κατὰ τὴν ἀλήθειαν ἀσφαλείας τότε τὸν εἰκότα σῴζει λόγον,
ὅταν αὐτὸ τὸ πρᾶγμα περὶ οὗ ἀπιστοῦσιν ἄπιστον εἶναι δοκῇ· τὸ γάρ
τοι τοῖς οὐκ οὖσιν ἀπίστοις ἀπιστεῖν ἀνθρώπων ἔργον οὐχ ὑγιαι-
νούσῃ κρίσει περὶ τὴν ἀλήθειαν χρωμένων.
οὐκοῦν χρὴ καὶ τοὺς
περὶ τῆς ἀναστάσεως ἀπιστοῦντας ἢ διαποροῦντας μὴ πρὸς τὸ
δοκοῦν αὑτοῖς ἀκρίτως καὶ τὸ τοῖς ἀκολάστοις κεχαρισμένον τὴν
περὶ ταύτης ἐκφέρειν γνώμην, ἀλλ' ἢ μηδεμιᾶς αἰτίας ἐξάπτειν τὴν
τῶν ἀνθρώπων γένεσιν (ὃ δὴ καὶ λίαν ἐστὶν εὐεξέλεγκτον) ἢ τῷ
θεῷ τὴν τῶν ὄντων ἀνατιθέντας αἰτίαν εἰς τὴν τοῦδε τοῦ δόγματος
ἀποβλέπειν ὑπόθεσιν καὶ διὰ ταύτης δεικνύναι τὴν ἀνάστασιν
οὐδαμόθεν ἔχουσαν τὸ πιστόν.
τοῦτο δὲ ποιήσουσιν, ἐὰν δεῖξαι
δυνηθῶσιν ἢ ἀδύνατον ὂν τῷ θεῷ ἢ ἀβούλητον τὰ νεκρωθέντα τῶν
σωμάτων ἢ καὶ πάντῃ διαλυθέντα πάλιν ἑνῶσαι καὶ συναγαγεῖν πρὸς
τὴν τῶν αὐτῶν ἀνθρώπων σύστασιν. ἐὰν δὲ τοῦτο μὴ δύνωνται,
παυσάσθωσαν τῆς ἀθέου ταύτης ἀπιστίας καὶ τοῦ βλασφημεῖν ἃ
μὴ θέμις· ὅτι γὰρ οὔτε τὸ ἀδύνατον λέγοντες ἀληθεύουσιν οὔτε τὸ
ἀβούλητον, ἐκ τῶν ·ηθησομένων γενήσεται φανερόν.
Τὸ ἀδύνατόν τινι γινώσκεται κατ' ἀλήθειαν τοιοῦτον ἢ ἐκ τοῦ
μὴ γινώσκειν τὸ γενησόμενον ἢ ἐκ τοῦ δύναμιν ἀρκοῦσαν μὴ ἔχειν
πρὸς τὸ ποιῆσαι καλῶς τὸ ἐγνωσμένον. ὅ τε γὰρ ἀγνοῶν τι τῶν
γενέσθαι δεόντων οὐκ ἂν οὔτ' ἐγχειρῆσαι οὔτε ποιῆσαι δυνηθείη τὸ
παράπαν ὅπερ ἀγνοεῖ, ὅ τε γινώσκων καλῶς τὸ ποιηθησόμενον καὶ
πόθεν γένοιτ' ἂν καὶ πῶς, δύναμιν δὲ ἢ μηδ' ὅλως ἔχων πρὸς τὸ
ποιῆσαι τὸ γινωσκόμενον ἢ μὴ ἀρκοῦσαν ἔχων, οὐκ ἂν ἐγχειρήσειεν
τὴν ἀρχήν, εἰ σωφρονοῖ καὶ τὴν ἰδίαν ἐπισκέψαιτο δύναμιν, ἐγχειρή-
σας δὲ ἀπερισκέπτως οὐκ ἂν ἐπιτελέσειεν τὸ δόξαν.
ἀλλ' οὔτε
ἀγνοεῖν τὸν θεὸν δυνατὸν τῶν ἀναστησομένων σωμάτων τὴν φύσιν
κατά τε μέρος ὅλον καὶ μόριον οὔτε μὴν ὅποι χωρεῖ τῶν λυομένων
ἕκαστον καὶ ποῖον τοῦ στοιχείου μέρος δέδεκται τὸ λυθὲν καὶ
χωρῆσαν πρὸς τὸ συγγενές, κἂν πάνυ παρ' ἀνθρώποις ἀδιάκριτον
εἶναι δοκῇ τὸ τῷ παντὶ πάλιν προσφυῶς ἡνωμένον. ᾧ γὰρ οὐκ
ἠγνόητο πρὸ τῆς οἰκείας ἑκάστου συστάσεως οὔτε τῶν γενησομένων
στοιχείων ἡ φύσις, ἐξ ὧν τὰ τῶν ἀνθρώπων σώματα, οὔτε τὰ μέρη
τούτων, ἐξ ὧν ἔμελλεν λήψεσθαι τὸ δόξαν πρὸς τὴν τοῦ ἀνθρωπείου
σώματος σύστασιν, εὔδηλον ὡς οὐδὲ μετὰ τὸ διαλυθῆναι τὸ πᾶν
ἀγνοηθήσεται ποῦ κεχώρηκεν ἕκαστον ὧν εἴληφεν πρὸς τὴν ἑκάστου
συμπλήρωσιν.
ὅσον μὲν γὰρ κατὰ τὴν νῦν κρατοῦσαν παρ' ἡμῖν
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
3
τῶν πραγμάτων τάξιν καὶ τὴν ἐφ' ἑτέρων κρίσιν, μεῖζον τὸ τὰ μὴ
γενόμενα προγινώσκειν· ὅσον δὲ πρὸς τὴν ἀξίαν τοῦ θεοῦ καὶ τὴν
τούτου σοφίαν, ἀμφότερα κατὰ φύσιν καὶ ·ᾴδιον ἐπ' ἴσης τῷ τὰ μὴ
γενόμενα προγινώσκειν τὸ καὶ διαλυθέντα γινώσκειν.
Καὶ μὴν καὶ τὴν δύναμιν ὡς ἔστιν ἀρκοῦσα πρὸς τὴν τῶν
σωμάτων ἀνάστασιν, δείκνυσιν ἡ τούτων αὐτῶν γένεσις. εἰ γὰρ
μὴ ὄντα κατὰ τὴν πρώτην σύστασιν ἐποίησεν τὰ τῶν ἀνθρώπων
σώματα καὶ τὰς τούτων ἀρχάς, καὶ διαλυθέντα καθ' ὃν ἂν τύχῃ
τρόπον, ἀναστήσει μετὰ τῆς ἴσης εὐμαρείας· ἐπ' ἴσης γὰρ αὐτῷ καὶ
τοῦτο δυνατόν.
καὶ τῷ λόγῳ βλάβος οὐδὲν, κἂν ἐξ ὕλης ὑπο-
θῶνταί τινες τὰς πρώτας ἀρχάς, κἂν ἐκ τῶν στοιχείων ὡς πρώτων
τὰ σώματα τῶν ἀνθρώπων, κἂν ἐκ σπερμάτων. ἧς γάρ ἐστι δυνά-
μεως καὶ τὴν παρ' αὐτοῖς νενομισμένην ἄμορφον οὐσίαν μορφῶσαι
καὶ τὴν ἀνείδεον καὶ ἀδιακόσμητον πολλοῖς καὶ διαφόροις εἴδεσιν
κοσμῆσαι καὶ τὰ μέρη τῶν στοιχείων εἰς ἓν συναγαγεῖν καὶ τὸ
σπέρμα ἓν ὂν καὶ ἁπλοῦν εἰς πολλὰ διελεῖν καὶ τὸ ἀδιάρθρωτον
διαρθρῶσαι καὶ τῷ μὴ ζῶντι δοῦναι ζωήν, τῆς αὐτῆς ἐστιν καὶ τὸ
διαλελυμένον ἑνῶσαι καὶ τὸ κείμενον ἀναστῆσαι καὶ τὸ τεθνηκὸς
ζῳοποιῆσαι πάλιν καὶ τὸ φθαρτὸν μεταβαλεῖν εἰς ἀφθαρσίαν.
τοῦ αὐτοῦ δ' ἂν εἴη καὶ τῆς αὐτῆς δυνάμεως καὶ σοφίας καὶ
τὸ διατεθρυμμένον <εἰς> πλήθη ζῴων παντοδαπῶν ὁπόσα τοῖς
τοιούτοις σώμασιν ἐπιτρέχειν εἴωθεν καὶ τὸν ἐκ τούτων ἀγείρειν
κόρον, διακρῖναι μὲν ἐκεῖθεν, ἑνῶσαι δὲ πάλιν τοῖς οἰκείοις μέρεσι
καὶ μορίοις, κἂν εἰς ἓν ἐξ ἐκείνων χωρήσῃ ζῷον, κἂν εἰς πολλά,
κἂν ἐντεῦθεν εἰς ἕτερα, κἂν αὐτοῖς ἐκείνοις συνδιαλυθὲν ἐπὶ τὰς
πρώτας ἀρχὰς ἐνεχθῇ κατὰ τὴν φυσικὴν εἰς ταύτας ἀνάλυσιν· ὃ δὴ
καὶ μάλιστα ταράττειν ἔδοξέν τινας καὶ τῶν ἐπὶ σοφίᾳ θαυμαζομένων,
ἰσχυρὰς οὐκ οἶδ' ὅπως ἡγησαμένων τὰς παρὰ τῶν πολλῶν φερομένας
διαπορήσεις.
Oὗτοι δέ γέ φασιν πολλὰ μὲν σώματα τῶν ἐν ναυαγίοις ἢ
ποταμοῖς δυσθανάτων ἰχθύσιν γενέσθαι τροφήν, πολλὰ δὲ τῶν
ἐν πολέμοις θνῃσκόντων ἢ κατ' ἄλλην τινὰ τραχυτέραν αἰτίαν καὶ
πραγμάτων περίστασιν ταφῆς ἀμοιρούντων τοῖς προστυγχάνουσιν
ζῴοις προκεῖσθαι βοράν.
τῶν οὖν οὕτως ἀναλισκομένων σωμάτων
καὶ τῶν ταῦτα συμπληρούντων μερῶν καὶ μορίων εἰς πολὺ πλῆθος
ζῴων διαθρυπτομένων καὶ διὰ τῆς τροφῆς τοῖς τῶν τρεφομένων
σώμασιν ἑνουμένων, πρῶτον μὲν τὴν διάκρισιν τούτων φασὶν
ἀδύνατον, πρὸς δὲ ταύτῃ τὸ δεύτερον ἀπορώτερον.
τῶν γὰρ τὰ
σώματα τῶν ἀνθρώπων ἐκβοσκηθέντων ζῴων, ὁπόσα πρὸς τροφὴν
ἀνθρώποις ἐπιτήδεια, διὰ τῆς τούτων γαστρὸς ἰόντων καὶ τοῖς τῶν
μετειληφότων σώμασιν ἑνουμένων, ἀνάγκην εἶναι πᾶσαν τὰ μέρη
τῶν ἀνθρώπων, ὁπόσα τροφὴ γέγονεν τοῖς μετειληφόσι ζῴοις, πρὸς
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
4
ἕτερα τῶν ἀνθρώπων μεταχωρεῖν σώματα, τῶν μεταξὺ τούτοις
τραφέντων ζῴων τὴν ἐξ ὧν ἐτράφησαν τροφὴν διαπορθμευόντων
εἰς ἐκείνους τοὺς ἀνθρώπους ὧν ἐγένετο τροφή.
εἶτα τούτοις
ἐπιτραγῳδοῦσιν τὰς ἐν λιμοῖς καὶ μανίαις τολμηθείσας τεκνοφαγίας
καὶ τοὺς κατ' ἐπιβουλὴν ἐχθρῶν ὑπὸ τῶν γεννησαμένων ἐδηδε-
μένους παῖδας καὶ τὴν Μηδικὴν τράπεζαν ἐκείνην καὶ τὰ τρα-
γικὰ δεῖπνα Θυέστου καὶ τοιαύτας δή τινας ἐπισυνείρουσι παρ'
Ἕλλησιν καὶ βαρβάροις καινουργηθείσας συμφορὰς ἔκ τε τούτων
κατασκευάζουσιν, ὡς νομίζουσιν, ἀδύνατον τὴν ἀνάστασιν, ὡς οὐ
δυναμένων τῶν αὐτῶν μερῶν ἑτέροις τε καὶ ἑτέροις συναναστῆναι
σώμασιν, ἀλλ' ἤτοι τὰ τῶν προτέρων συστῆναι μὴ δύνασθαι, μετ-
εληλυθότων τῶν ταῦτα συμπληρούντων μερῶν πρὸς ἑτέρους, ἢ
τούτων ἀποδοθέντων τοῖς προτέροις ἐνδεῶς ἕξειν τὰ τῶν ὑστέρων.
Ἐμοὶ δὲ δοκοῦσιν οἱ τοιοῦτοι πρῶτον μὲν τὴν τοῦ δημιουργή-
σαντος καὶ διοικοῦντος τόδε τὸ πᾶν ἀγνοεῖν δύναμίν τε καὶ σοφίαν,
ἑκάστου ζῴου φύσει καὶ γένει τὴν προσφυῆ καὶ κατάλληλον
συναρμόσαντος τροφὴν καὶ μήτε πᾶσαν φύσιν πρὸς ἕνωσιν ἢ κρᾶσιν
παντὸς σώματος ἰέναι δικαιώσαντος μήτε πρὸς διάκρισιν τῶν
ἑνωθέντων ἀπόρως ἔχοντος, ἀλλὰ καὶ τῇ καθ' ἕκαστον φύσει τῶν
γενομένων τὸ δρᾶν ἢ πάσχειν ἃ πέφυκεν ἐπιτρέποντος ἄλλο δὲ
κωλύοντος καὶ πᾶν ὃ βούλεται καὶ πρὸς ὃ βούλεται συγχωροῦντος ἢ
μεταστρέφοντος, πρὸς δὲ τοῖς εἰρημένοις μηδὲ τὴν ἑκάστου τῶν
τρεφόντων ἢ τρεφομένων ἐπεσκέφθαι δύναμίν τε καὶ φύσιν.
ἦ
γὰρ ἂν ἔγνωσαν ὅτι μὴ πᾶν ὃ προσφέρεταί τις ὑπενδόσει τῆς
ἔξωθεν ἀνάγκης, τοῦτο γίνεται τῷ ζῴῳ τροφὴ προσφυής· ἀλλὰ τὰ
μὲν ἅμα τῷ προσομιλῆσαι τοῖς περιπτυσσομένοις τῆς κοιλίας μέρεσι
φθείρεσθαι πέφυκεν ἐμούμενά τε καὶ διαχωρούμενα ἢ τρόπον
ἕτερον διαφορούμενα, ὡς μηδὲ κατὰ βραχὺ τὴν πρώτην καὶ κατὰ
φύσιν ὑπομεῖναι πέψιν, ἦ που γε τὴν εἰς τὸ τρεφόμενον σύγκρασιν,
ὥσπερ οὖν οὐδὲ πᾶν τὸ πεφθὲν καὶ τὴν πρώτην δεξάμενον
μεταβολὴν τοῖς τρεφομένοις μορίοις προσπελάζει πάντως, τινῶν μὲν
κατ' αὐτὴν τὴν γαστέρα τῆς θρεπτικῆς δυνάμεως ἀποκρινομένων,
τῶν δὲ κατὰ τὴν δευτέραν μεταβολὴν καὶ τὴν ἐν ἥπατι γινομένην
πέψιν διακρινομένων καὶ πρὸς ἕτερόν τι μεταχωρούντων ὃ τὴν τοῦ
τρέφειν ἐκβέβηκεν δύναμιν, καὶ αὐτῆς γε τῆς ἐν ἥπατι γινομένης
μεταβολῆς οὐ πάσης εἰς τροφὴν ἀνθρώποις χωρούσης, ἀλλ' εἰς
ἃ πέφυκεν περιττώματα διακρινομένης τῆς τε καταλειφθείσης
τροφῆς ἐν αὐτοῖς ἔσθ' ὅτε τοῖς τρεφομένοις μέρεσι καὶ μορίοις πρὸς
ἕτερόν τι μεταβαλλούσης κατὰ τὴν ἐπικράτειαν τοῦ πλεονάζοντος ἢ
περιττεύοντος καὶ φθείρειν πως ἢ πρὸς ἑαυτὸ τρέπειν τὸ πλησιάσαν
εἰωθότος.
Πολλῆς οὖν οὔσης ἐν πᾶσι τοῖς ζῴοις τῆς φυσικῆς διαφορᾶς
καὶ αὐτῆς γε τῆς κατὰ φύσιν τροφῆς ἑκάστῳ γένει ζῴων καὶ
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
5
τῷ τρεφομένῳ σώματι συνεξαλλαττομένης, τριττῆς δὲ κατὰ τὴν
ἑκάστου ζῴου τροφὴν γινομένης καθάρσεως καὶ διακρίσεως, δεῖ
πάντως φθείρεσθαι μὲν καὶ διαχωρεῖν ᾗ πέφυκεν ἢ πρὸς ἕτερόν τι
μεταβάλλειν πᾶν ὁπόσον ἀλλότριον εἰς τὴν τοῦ ζῴου τροφὴν ὡς
συγκραθῆναι μὴ δυνάμενον, συμβαίνουσαν δὲ καὶ κατὰ φύσιν εἶναι
τὴν τοῦ τρέφοντος σώματος δύναμιν ταῖς τοῦ τρεφομένου ζῴου
δυνάμεσιν καὶ ταύτην ἐλθοῦσαν δι' ὧν πέφυκεν κριτηρίων καὶ
καθαρθεῖσαν ἀκριβῶς τοῖς φυσικοῖς καθαρσίοις εἰλικρινεστάτην
γενέσθαι πρόσληψιν εἰς οὐσίαν·
ἣν δὴ καὶ μόνην ἐπαληθεύων ἄν
τις τοῖς πράγμασιν ὀνομάσειεν τροφὴν ὡς ἀποβάλλουσαν πᾶν
ὁπόσον ἀλλότριον καὶ βλαβερὸν εἰς τὴν τοῦ τρεφομένου ζῴου
σύστασιν καὶ τὸν πολὺν ἐκεῖνον ὄγκον ἐπεισαχθέντα πρὸς τὴν τῆς
γαστρὸς ἀποπλήρωσιν καὶ τὴν τῆς ὀρέξεως θεραπείαν.
ἀλλὰ
ταύτην μὲν οὐκ ἄν τις ἀμφισβητήσειεν ἑνοῦσθαι τῷ τρεφομένῳ
σώματι συνδιαπλεκομένην τε καὶ περιπλαττομένην πᾶσι τοῖς
τούτου μέρεσιν καὶ μορίοις· τὴν δ' ἑτέρως ἔχουσαν καὶ παρὰ φύσιν
φθείρεσθαι μὲν ταχέως, ἢν ἐρρωμενεστέρᾳ συμμίξῃ δυνάμει,
φθείρειν δὲ σὺν εὐμαρείᾳ τὴν κρατηθεῖσαν εἴς τε μοχθηροὺς
ἐκτρέπεσθαι χυμοὺς καὶ φαρμακώδεις ποιότητας ὡς μηδὲν οἰκεῖον ἢ
φίλον τῷ τρεφομένῳ σώματι φέρουσαν.
καὶ τούτου τεκμήριον
μέγιστον τὸ πολλοῖς τῶν τρεφομένων ζῴων ἐκ τούτων ἐπακολου-
θεῖν ἄλγος ἢ κίνδυνον ἢ θάνατον, ἢν ὑπὸ σφοδροτέρας ὀρέξεως τῇ
τροφῇ καταμεμιγμένον συνεφελκύσηταί τι φαρμακῶδες καὶ παρὰ
φύσιν· ὃ δὴ καὶ πάντως φθαρτικὸν ἂν εἴη τοῦ τρεφομένου σώματος,
εἴ γε τρέφεται μὲν τὰ τρεφόμενα τοῖς οἰκείοις καὶ κατὰ φύσιν,
φθείρεται δὲ τοῖς ἐναντίοις.
εἴπερ οὖν τῇ διαφορᾷ τῶν τῇ φύσει
διαφερόντων ζῴων ἡ κατὰ φύσιν συνδιῄρηται τροφὴ καὶ ταύτης γε
αὐτῆς οὔτε πᾶν ὅπερ ἂν προσενέγκηται τὸ ζῷον οὔτε τὸ τυχὸν ἐκ
τούτου τὴν πρὸς τὸ τρεφόμενον σῶμα δέχεται σύγκρασιν, ἀλλ'
αὐτὸ μόνον τὸ διὰ πάσης πέψεως κεκαθαρμένον καὶ μεταβεβληκὸς
εἰλικρινῶς πρὸς τὴν τοῦ ποιοῦ σώματος ἕνωσιν καὶ τοῖς τρεφομένοις
μέρεσιν εὐάρμοστον, εὔδηλον ὡς οὐδὲν τῶν παρὰ φύσιν ἑνωθείη
ποτ' ἂν τούτοις οἷς οὔκ ἐστιν τροφὴ προσφυὴς καὶ κατάλληλος,
ἀλλ' ἤτοι κατ' αὐτὴν τὴν κοιλίαν διαχωρεῖ πρὶν ἕτερόν τινα γεν-
νῆσαι χυμὸν ὠμὸν καὶ διεφθαρμένον, ἢ συστὰν ἐπὶ πλεῖον τίκτει
πάθος ἢ νόσον δυσίατον, συνδιαφθείρουσαν καὶ τὴν κατὰ φύσιν
τροφὴν ἢ καὶ αὐτὴν τὴν τῆς τροφῆς δεομένην σάρκα.
ἀλλὰ κἂν
ἀπωσθῇ ποτε φαρμάκοις τισὶν ἢ σιτίοις βελτίοσιν ἢ ταῖς φυσικαῖς
δυνάμεσι νικηθέν, μετ' οὐκ ὀλίγης ἐξερρύη τῆς βλάβης ὡς μηδὲν
φέρον τοῖς κατὰ φύσιν εἰρηνικὸν διὰ τὸ πρὸς τὴν φύσιν ἀσύγ-
κρατον.
Ὅλως δὲ κἂν συγχωρήσῃ τις τὴν ἐκ τούτων εἰσιοῦσαν τροφὴν
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
6
(προσειρήσθω δὲ τοῦτο συνηθέστερον), καίπερ οὖσαν παρὰ φύσιν,
διακρίνεσθαι καὶ μεταβάλλειν εἰς ἕν τι τῶν ὑγραινόντων ἢ ξηραι-
νόντων ἢ θερμαινόντων ἢ ψυχόντων, οὐδ' οὕτως ἐκ τῶν συγ-
χωρηθέντων αὐτοῖς γενήσεταί τι προὔργου, τῶν μὲν ἀνισταμένων
σωμάτων ἐκ τῶν οἰκείων μερῶν πάλιν συνισταμένων, οὐδενὸς δὲ
τῶν εἰρημένων μέρους ὄντος οὐδὲ τὴν ὡς μέρους ἐπέχοντος σχέσιν
ἢ τάξιν, οὐ μὴν οὐδὲ παραμένοντος πάντοτε τοῖς τρεφομένοις
τοῦ σώματος μέρεσιν ἢ συνανισταμένου τοῖς ἀνισταμένοις, οὐδὲν
συντελοῦντος ἔτι πρὸς τὸ ζῆν οὐχ αἵματος οὐ φλέγματος οὐ χολῆς
οὐ πνεύματος. οὐδὲ γὰρ ὧν ἐδεήθη ποτὲ τὰ τρεφόμενα σώματα,
δεηθήσεται καὶ τότε, συνανῃρημένης τῇ τῶν τρεφομένων ἐνδείᾳ καὶ
φθορᾷ τῆς ἐξ ὧν ἐτρέφετο χρείας.
ἔπειτ' εἰ καὶ μέχρι σαρκὸς
φθάνειν τὴν ἐκ τῆς τοιαύτης τροφῆς μεταβολὴν ὑποθοῖτό τις, οὐδ'
οὕτως ἀνάγκη τις ἔσται τὴν νεωστὶ μεταβληθεῖσαν ἐκ τῆς τοιᾶσδε
τροφῆς σάρκα προσπελάσασαν ἑτέρου τινὸς ἀνθρώπου σώματι
πάλιν ὡς μέρος εἰς τὴν ἐκείνου τελεῖν συμπλήρωσιν, τῷ μήτε αὐτὴν
τὴν προσλαμβάνουσαν σάρκα πάντοτε φυλάττειν ἣν προσείληφεν,
μήτε τὴν ἑνωθεῖσαν ταύτην μόνιμον εἶναι καὶ παραμένειν ᾗ προσ-
ετέθη, πολλὴν δὲ καὶ τὴν ἐπὶ θάτερα δέχεσθαι μεταβολὴν, ποτὲ μὲν
πόνοις ἢ φροντίσιν διαφορουμένην, ἄλλοτε δὲ λύπαις ἢ καμάτοις
ἢ νόσοις συντηκομένην, καὶ ταῖς ἐξ ἐγκαύσεως ἢ περιψύξεως
ἐπιγινομέναις δυσκρασίαις, μὴ συμμεταβαλλομένων σαρκὶ καὶ
πιμελῇ τῶν [δημῶν] ἐν τῷ μένειν ἅπερ ἐστὶ τὴν τροφὴν δεχομένων.
τοιούτων δὲ γενομένων ἐπὶ τῆς σαρκὸς παθημάτων, πολύ γ' ἔτι
μᾶλλον εὕροι τις ἂν ταῦτα πάσχουσαν τὴν ἐξ ἀνοικείων τρεφομένην
σάρκα, νῦν μὲν εἰς ὄγκον προϊοῦσαν καὶ πιαινομένην ἐξ ὧν προσεί-
ληφεν, εἶτα πάλιν ἀποπτύουσαν ὃν ἂν τύχῃ τρόπον καὶ μειουμένην ἢ
μιᾷ τινι τῶν ἔμπροσθεν ·ηθεισῶν ἢ πλείοσιν· μόνην δὲ παραμένειν
τοῖς μέρεσιν ἃ συνδεῖν ἢ στέγειν ἢ θάλπειν πέφυκεν, τὴν ὑπὸ τῆς
φύσεως ἐξειλεγμένην καὶ τούτοις προσπεφυκυῖαν οἷς τὴν κατὰ
φύσιν συνεξέπλησεν ζωὴν καὶ τοὺς ἐν τῇ ζωῇ πόνους.
ἀλλ'
(οὔτε γὰρ καθ' ὃ δεῖ κρινομένων τῶν ἔναγχος ἐξητασμένων οὔτε
κατὰ συγχώρησιν παραδεχθέντων τῶν ἐπ' ἐκείνοις γεγυμνασμένων
ἀληθὲς δεικνύναι δυνατὸν τὸ πρὸς αὐτῶν λεγόμενον) οὐκ ἂν
συγκραθείη ποτὲ τὰ τῶν ἀνθρώπων σώματα τοῖς τῆς αὐτῆς οὖσι
φύσεως, κἂν ὑπ' ἀγνοίας ποτὲ κλαπῶσι τὴν αἴσθησιν δι' ἑτέρου τινὸς
μετασχόντες τοιούτου σώματος, κἂν αὐτόθεν ὑπ' ἐνδείας ἢ μανίας
ὁμοειδοῦς τινος μιανθῶσιν σώματι· εἴ γε μὴ λελήθασιν ἡμᾶς
ἀνθρωποειδεῖς τινες ὄντες θῆρες ἢ μικτὴν ἔχοντες φύσιν ἐξ ἀνθρώ-
πων καὶ θηρίων, οἵους πλάττειν εἰώθασιν οἱ τολμηρότεροι τῶν
ποιητῶν.
Καὶ τί δεῖ λέγειν περὶ τῶν μηδενὶ ζῴῳ πρὸς τροφὴν ἀποκληρω-
θέντων σωμάτων μόνην δὲ τὴν εἰς γῆν ταφὴν ἐπὶ τιμῇ τῆς φύσεως
μεμοιραμένων, ὅπου γε μηδ' ἄλλο τι τῶν ζῴων τοῖς ἐκ ταὐτοῦ
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
7
εἴδους εἰς τροφὴν ἀπεκλήρωσεν ὁ ποιήσας, κἂν [ἐν] ἄλλοις τισὶ
τῶν ἑτερογενῶν τροφὴ γίνηται κατὰ φύσιν;
εἰ μὲν οὖν ἔχουσιν
δεικνύναι σάρκας ἀνθρώπων ἀνθρώποις εἰς βρῶσιν ἀποκληρωθείσας,
οὐδὲν κωλύσει τὰς ἀλληλοφαγίας εἶναι κατὰ φύσιν ὥσπερ ἄλλο τι
τῶν τῇ φύσει συγκεχωρημένων καὶ τούς γε τὰ τοιαῦτα λέγειν
τολμῶντας τοῖς τῶν φιλτάτων ἐντρυφᾶν σώμασιν ὡς οἰκειοτέροις
ἢ καὶ τοὺς εὐνουστάτους σφίσιν τούτοις αὐτοῖς ἑστιᾶν.
εἰ δὲ
τοῦτο μὲν οὐδ' εἰπεῖν εὐαγές, τὸ δὲ σαρκῶν ἀνθρώπων ἀνθρώπους
μετασχεῖν ἔχθιστόν τι καὶ παμμίαρον καὶ πάσης ἐκθέσμου καὶ παρὰ
φύσιν βρώσεως ἢ πράξεως ἐναγέστερον, τὸ δὲ παρὰ φύσιν οὐκ ἄν
ποτε χωρήσειεν εἰς τροφὴν τοῖς ταύτης δεομένοις μέρεσιν καὶ
μορίοις, τὸ δὲ μὴ χωροῦν εἰς τροφὴν οὐκ ἂν ἑνωθείη τούτοις ἃ
μηδὲ τρέφειν πέφυκεν, οὐδὲ τὰ τῶν ἀνθρώπων σώματα συγκραθείη
ποτ' ἂν τοῖς ὁμοίοις σώμασιν, οἷς ἐστιν εἰς τροφὴν παρὰ φύσιν, κἂν
πολλάκις διὰ τῆς τούτων ἴῃ γαστρὸς κατά τινα πικροτάτην συμ-
φοράν·
ἀποχωροῦντα δὲ τῆς θρεπτικῆς δυνάμεως καὶ σκιδ-
νάμενα πρὸς ἐκεῖνα πάλιν ἐξ ὧν τὴν πρώτην ἔσχεν σύστασιν,
ἑνοῦται μὲν τούτοις ἐφ' ὅσον ἂν ἕκαστον τύχῃ χρόνον, ἐκεῖθεν δὲ
διακριθέντα πάλιν σοφίᾳ καὶ δυνάμει τοῦ πᾶσαν ζῴου φύσιν σὺν
ταῖς οἰκείαις δυνάμεσι συγκρίναντος ἑνοῦται προσφυῶς ἕκαστον
ἑκάστῳ, κἂν πυρὶ καυθῇ, κἂν ὕδατι κατασαπῇ, κἂν ὑπὸ θηρίων ἢ
τῶν ἐπιτυχόντων ζῴων καταδαπανηθῇ, κἂν τοῦ παντὸς σώματος
ἐκκοπὲν προδιαλυθῇ τῶν ἄλλων μερῶν· ἑνωθέντα δὲ πάλιν ἀλλήλοις
τὴν αὐτὴν ἴσχει χώραν πρὸς τὴν τοῦ αὐτοῦ σώματος ἁρμονίαν τε
καὶ σύστασιν καὶ τὴν τοῦ νεκρωθέντος ἢ καὶ πάντῃ διαλυθέντος
ἀνάστασιν καὶ ζωήν.
ταῦτα μὲν οὖν ἐπὶ πλεῖον μηκύνειν οὐκ
εὔκαιρον· ὁμολογουμένην γὰρ ἔχει τὴν ἐπίκρισιν τοῖς γε μὴ μιξο-
θήροις.
Πολλῶν δὲ ὄντων τῶν εἰς τὴν προκειμένην ἐξέτασιν χρησι-
μωτέρων, παραιτοῦμαι δὴ νῦν τοὺς καταφεύγοντας ἐπὶ τὰ τῶν
ἀνθρώπων ἔργα καὶ τοὺς τούτων δημιουργοὺς ἀνθρώπους, οἳ τὰ
συντριβέντα τῶν ἔργων ἢ χρόνῳ παλαιωθέντα ἢ καὶ ἄλλως δια-
φθαρέντα καινουργεῖν ἀδυνατοῦσιν, εἶτα ἐξ ὁμοίου τοῖς κεραμεῦσι
καὶ τέκτοσι δεικνύναι πειρωμένους τὸ καὶ τὸν θεὸν μήτ' ἂν βουλη-
θῆναι μήτε βουληθέντα δυνηθῆναι νεκρωθὲν ἢ καὶ διαλυθὲν ἀνα-
στῆσαι σῶμα, καὶ μὴ λογιζομένους ὅτι διὰ τούτων <ἐπ' ἴσης> τοῖς
χειρίστοις ἐξυβρίζουσιν εἰς θεόν, συνεξισοῦντες τῶν πάντῃ διεστη-
κότων τὰς δυνάμεις, μᾶλλον δὲ καὶ τῶν ταύταις χρωμένων τὰς
οὐσίας καὶ τὰ τεχνητὰ τοῖς φυσικοῖς.
περὶ μὲν οὖν τούτων
σπουδάζειν οὐκ ἀνεπιτίμητον· ἠλίθιον γὰρ ὡς ἀληθῶς τὸ τοῖς ἐπι-
πολαίοις καὶ ματαίοις ἀντιλέγειν. μακρῷ γε μὴν ἐνδοξότερον καὶ
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
8
πάντων ἀληθέστατον τὸ φῆσαι τὸ παρ' ἀνθρώποις ἀδύνατον παρὰ θεῷ
δυνατόν. εἰ δὲ δι' αὐτῶν τούτων ὡς ἐνδόξων καὶ διὰ πάντων τῶν
μικρῷ πρόσθεν ἐξητασμένων δείκνυσιν ὁ λόγος δυνατόν, εὔδηλον ὡς
οὐκ ἀδύνατον. ἀλλὰ μὴν οὐδ' ἀβούλητον.
Τὸ γὰρ ἀβούλητον ἢ ὡς ἄδικον αὐτῷ ἐστιν ἀβούλητον ἢ ὡς
ἀνάξιον. καὶ πάλιν τὸ ἄδικον ἢ περὶ αὐτὸν θεωρεῖται τὸν ἀναστη-
σόμενον ἢ περὶ ἄλλον τινὰ παρ' αὐτόν. ἀλλ' ὅτι μὲν οὐδεὶς ἀδικεῖται
τῶν ἔξωθεν καὶ τῶν ἐν τοῖς οὖσιν ἀριθμουμένων, πρόδηλον.
οὔτε
γὰρ αἱ νοηταὶ φύσεις ἐκ τῆς τῶν ἀνθρώπων ἀναστάσεως ἀδικη-
θεῖεν ἄν· οὐδὲ γὰρ ἐμπόδιόν τι ταύταις πρὸς τὸ εἶναι, οὐ βλάβος,
οὐχ ὕβρις ἡ τῶν ἀνθρώπων ἀνάστασις· οὐ μὴν οὐδὲ τῶν ἀλόγων ἡ
φύσις οὐδὲ τῶν ἀψύχων· οὐδὲ γὰρ ἔσται μετὰ τὴν ἀνάστασιν, περὶ
δὲ τὸ μὴ ὂν οὐδὲν ἄδικον.
εἰ δὲ καὶ εἶναί τις ὑποθοῖτο διὰ παντός,
οὐκ ἂν ἀδικηθείη ταῦτα τῶν ἀνθρωπίνων σωμάτων ἀνανεωθέντων·
εἰ γὰρ νῦν ὑπείκοντα τῇ φύσει τῶν ἀνθρώπων [καὶ] τῆς τούτων
χρείας ὄντων ἐνδεῶν ὑπό τε ζυγὸν ἠγμένα καὶ δουλείαν παντοίαν
οὐδὲν ἀδικεῖται, πολὺ μᾶλλον, ἀφθάρτων καὶ ἀνενδεῶν γενομένων
καὶ μηκέτι δεομένων τῆς τούτων χρείας, ἐλευθερωθέντα δὲ πάσης
δουλείας, οὐκ ἀδικηθήσεται.
οὐδὲ γὰρ, εἰ φωνῆς μετεῖχεν,
ᾐτιάσατο ἂν τὸν δημιουργὸν ὡς παρὰ τὸ δίκαιον ἐλαττούμενα τῶν
ἀνθρώπων, ὅτι μὴ τῆς αὐτῆς τούτοις τετύχηκεν ἀναστάσεως. ὧν
γὰρ ἡ φύσις οὐκ ἴση, τούτοις οὐδὲ τὸ τέλος ἴσον ὁ δίκαιος ἐπιμετρεῖ.
χωρὶς δὲ τούτων, παρ' οἷς οὐδεμία τοῦ δικαίου κρίσις, οὐδὲ μέμψις
ἀδικίας.
οὐ μὴν οὐδ' ἐκεῖνο φῆσαι δυνατὸν ὡς περὶ αὐτὸν
θεωρεῖταί τις ἀδικία τὸν ἀνιστάμενον ἄνθρωπον. ἔστι μὲν γὰρ
οὗτος ἐκ ψυχῆς καὶ σώματος, οὔτε δὲ εἰς ψυχὴν οὔτε εἰς σῶμα
δέχεται τὴν ἀδικίαν. οὔτε γὰρ τὴν ψυχὴν ἀδικεῖσθαι φήσει τις
σωφρονῶν· λήσεται γὰρ ταύτῃ συνεκβάλλων καὶ τὴν παροῦσαν
ζωήν· εἰ γὰρ νῦν ἐν φθαρτῷ καὶ παθητῷ κατοικοῦσα σώματι
μηδὲν ἠδίκηται, πολὺ μᾶλλον ἀφθάρτῳ καὶ ἀπαθεῖ συζῶσα οὐκ
ἀδικηθήσεται. ἀλλ' οὐδὲ τὸ σῶμα ἀδικεῖταί τι· εἰ γὰρ νῦν φθαρτὸν
ἀφθάρτῳ συνὸν <ἀδικηθή>σεται.
οὐ μὴν οὐδ' ἐκεῖνο φαίη τις
ἂν ὡς ἀνάξιον ἔργον τοῦ θεοῦ τὸ διαλυθὲν ἀναστῆσαι σῶμα καὶ
συναγαγεῖν· εἰ γὰρ τὸ χεῖρον οὐκ ἀνάξιον, τοῦτ' ἔστι τὸ φθαρτὸν
ποιῆσαι σῶμα καὶ παθητόν, πολὺ μᾶλλον τὸ κρεῖττον οὐκ ἀνάξιον,
ὅπερ ἐστὶν ἄφθαρτον καὶ ἀπαθές.
Eἰ δὲ διὰ τῶν κατὰ φύσιν πρώτων καὶ τῶν τούτοις ἑπομένων
δέδεικται τῶν ἐξητασμένων ἕκαστον, εὔδηλον ὅτι καὶ δυνατὸν καὶ
βουλητὸν καὶ ἄξιον τοῦ δημιουργήσαντος ἔργον ἡ τῶν διαλυθέντων
σωμάτων ἀνάστασις· διὰ γὰρ τούτων ἐδείχθη ψεῦδος τὸ τούτοις
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
9
ἀντικείμενον καὶ τὸ τῶν ἀπιστούντων παράλογον.
τί γὰρ δεῖ
λέγειν περὶ τῆς ἑκάστου τούτων πρὸς ἕκαστον ἀντιστροφῆς καὶ
τῆς πρὸς ἄλληλα συναφείας, εἴ γε δεῖ καὶ συνάφειαν εἰπεῖν ὡς
ἑτερότητί τινι κεχωρισμένων, οὐχὶ δὲ καὶ τὸ δυνατὸν λέγειν
βουλητὸν καὶ τὸ τῷ θεῷ βουλητὸν πάντως εἶναι δυνατὸν καὶ κατὰ
τὴν τοῦ βουληθέντος ἀξίαν;
Καὶ ὅτι μὲν ἕτερος ὁ περὶ τῆς ἀληθείας λόγος, ἕτερος δὲ ὁ
ὑπὲρ τῆς ἀληθείας, εἴρηται διὰ τῶν προλαβόντων μετρίως οἷς τε
διενήνοχεν ἑκάτερος καὶ πότε καὶ πρὸς τίνας ἔχει τὸ χρήσιμον·
κωλύει δὲ ἴσως οὐδὲν τῆς τε κοινῆς ἀσφαλείας ἕνεκεν καὶ τῆς τῶν
εἰρημένων πρὸς τὰ λειπόμενα συναφείας ἀπ' αὐτῶν τούτων καὶ τῶν
τούτοις προσηκόντων πάλιν ποιήσασθαι τὴν ἀρχήν. προσῆκεν δὲ
τῷ μὲν τὸ πρωτεύειν κατὰ φύσιν, τῷ δὲ τὸ δορυφορεῖν τὸν πρῶτον
ὁδοποιεῖν τε καὶ προανείργειν πᾶν ὁπόσον ἐμποδὼν καὶ πρόσαντες.
ὁ μὲν γὰρ περὶ τῆς ἀληθείας λόγος ἀναγκαῖος ὢν πᾶσιν ἀνθρώ-
ποις πρὸς ἀσφάλειαν καὶ σωτηρίαν πρωτοστατεῖ καὶ τῇ φύσει καὶ
τῇ τάξει καὶ τῇ χρείᾳ· τῇ φύσει μὲν, ὡς τὴν τῶν πραγμάτων γνῶσιν
παρεχόμενος, τῇ τάξει δὲ, ὡς ἐν τούτοις καὶ ἅμα τούτοις ὑπάρχων
ὧν γίνεται μηνυτής, τῇ χρείᾳ δὲ, ὡς τῆς ἀσφαλείας καὶ τῆς σωτηρίας
τοῖς γινώσκουσι γινόμενος πρόξενος.
ὁ δ' ὑπὲρ τῆς ἀληθείας
φύσει τε καὶ δυνάμει καταδεέστερος, ἔλαττον γὰρ τὸ τὸ ψεῦδος
ἐλέγχειν τοῦ τὴν ἀλήθειαν κρατύνειν· καὶ τάξει δεύτερος, κατὰ γὰρ
τῶν ψευδοδοξούντων ἔχει τὴν ἰσχύν· ψευδοδοξίᾳ δὲ ἐξ ἐπισπορᾶς
ἐπεφύη καὶ παραφθορᾶς· ἀλλὰ δὴ καὶ τούτων οὕτως ἐχόντων
προτάττεται πολλάκις καὶ γίνεταί ποτε χρειωδέστερος ὡς ἀναιρῶν
καὶ προδιακαθαίρων τὴν ἐνοχλοῦσάν τισιν ἀπιστίαν καὶ τοῖς ἄρτι
προσιοῦσι τὴν ἀμφιβολίαν ἢ ψευδοδοξίαν.
καὶ πρὸς ἓν μὲν
ἑκάτερος ἀναφέρεται τέλος· εἰς γὰρ τὴν εὐσέβειαν ἔχει τὴν ἀνα-
φορὰν ὅ τε τὸ ψεῦδος ἐλέγχων καὶ ὁ τὴν ἀλήθειαν κρατύνων· οὐ
μὴν καὶ καθάπαξ ἕν εἰσιν, ἀλλ' ὁ μὲν ἀναγκαῖος, ὡς ἔφην, πᾶσι τοῖς
πιστεύουσι καὶ τοῖς τῆς ἀληθείας καὶ τῆς ἰδίας σωτηρίας φροντί-
ζουσιν, ὁ δὲ ἔστιν ὅτε καί τισιν καὶ πρός τινας γίνεται χρειωδέσ-
τερος.
καὶ ταῦτα μὲν ἡμῖν κεφαλαιωδῶς προειρήσθω πρὸς
ὑπόμνησιν τῶν ἤδη λεχθέντων· ἰτέον δὲ ἐπὶ τὸ προκείμενον, καὶ
δεικτέον ἀληθῆ τὸν περὶ τῆς ἀναστάσεως λόγον ἀπό τε τῆς αἰτίας
αὐτῆς, καθ' ἣν καὶ δι' ἣν ὁ πρῶτος γέγονεν ἄνθρωπος οἵ τε μετ'
ἐκεῖνον, εἰ καὶ μὴ κατὰ τὸν ὅμοιον γεγόνασι τρόπον, ἀπό τε τῆς
κοινῆς πάντων ἀνθρώπων ὡς ἀνθρώπων φύσεως, ἔτι δὲ ἀπὸ τῆς τοῦ
ποιήσαντος ἐπὶ τούτοις κρίσεως, καθ' ὅσον ἕκαστος ἔζησε χρόνον
καὶ καθ' οὓς ἐπολιτεύσατο νόμους, ἣν οὐκ ἄν τις ἀμφισβητήσειεν
εἶναι δικαίαν.
Ἔστι δὲ ὁ μὲν ἀπὸ τῆς αἰτίας λόγος, ἐὰν ἐπισκοπῶμεν πότερον
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
10
ἁπλῶς καὶ μάτην γέγονεν ἄνθρωπος ἢ τινὸς ἕνεκεν· εἰ δὲ τινὸς
ἕνεκεν, πότερον ἐπὶ τῷ γενόμενον αὐτὸν ζῆν καὶ διαμένειν καθ'
ἣν ἐγένετο φύσιν ἢ διὰ χρείαν τινός· εἰ δὲ κατὰ χρείαν, ἤτοι τὴν
αὐτοῦ τοῦ ποιήσαντος ἢ ἄλλου τινὸς τῶν αὐτῷ προσηκόντων καὶ
πλείονος φροντίδος ἠξιωμένων.
ὃ δὴ καὶ κοινότερον σκοποῦντες
εὑρίσκομεν ὅτι πᾶς εὖ φρονῶν καὶ λογικῇ κρίσει πρὸς τὸ ποιεῖν τι
κινούμενος οὐδὲν ὧν κατὰ πρόθεσιν ἐνεργεῖ ποιεῖ μάτην, ἀλλ' ἤτοι
τῆς ἰδίας ἕνεκεν χρήσεως ἢ διὰ χρείαν ἄλλου τινὸς ὧν πεφρόντικεν
ἢ δι' αὐτὸ τὸ γινόμενον, ὁλκῇ τινι φυσικῇ καὶ στοργῇ πρὸς τὴν
αὐτοῦ γένεσιν κινούμενος· οἷον (λεγέσθω γὰρ δι' εἰκόνος τινὸς, ἵνα
σαφὲς γένηται τὸ προκείμενον) ἄνθρωπος ποιεῖ μὲν οἶκον διὰ τὴν
ἰδίαν χρείαν, ποιεῖ δὲ βουσὶ καὶ καμήλοις ἢ τοῖς ἄλλοις ζῴοις, ὧν
ἐστιν ἐνδεής, τὴν ἑκάστῳ τούτων ἁρμόζουσαν σκέπην οὐκ ἰδίας
ἕνεκεν χρήσεως κατὰ τὸ φαινόμενον, ἀλλὰ κατὰ μὲν τὸ τέλος διὰ
τοῦτο, κατὰ δὲ τὸ προσεχὲς διὰ τὴν τούτων ὧν πεφρόντικεν ἐπιμέ-
λειαν· ποιεῖται δὲ καὶ παῖδας οὔτε διὰ χρείαν ἰδίαν οὔτε δι' ἕτερόν τι
τῶν αὐτῷ προσηκόντων, ἀλλ' ἐπὶ τῷ εἶναί τε καὶ διαμένειν καθόσον
οἷόν τε τοὺς ὑπ' αὐτοῦ γεννωμένους, τῇ τῶν παίδων καὶ τῶν
ἐγγόνων διαδοχῇ τὴν ἑαυτοῦ τελευτὴν παραμυθούμενος καὶ ταύτῃ
τὸ θνητὸν ἀπαθανατίζειν οἰόμενος.
ἀλλὰ ταῦτα μὲν ὑπὸ τούτων·
ὁ μέντοι θεὸς οὔτ' ἂν μάτην ἐποίησεν τὸν ἄνθρωπον· ἔστι γὰρ σοφός,
οὐδὲν δὲ σοφίας ἔργον μάταιον· οὔτε διὰ χρείαν ἰδίαν· παντὸς γάρ
ἐστιν ἀπροσδεής, τῷ δὲ μηδενὸς δεομένῳ τὸ παράπαν οὐδὲν τῶν
ὑπ' αὐτοῦ γενομένων συντελέσειεν ἂν εἰς χρείαν ἰδίαν. ἀλλ' οὐδὲ
διά τινα τῶν ὑπ' αὐτοῦ γενομένων ἔργων ἐποίησεν ἄνθρωπον. οὐδὲν
γὰρ τῶν λόγῳ καὶ κρίσει χρωμένων οὔτε τῶν μειζόνων οὔτε τῶν
καταδεεστέρων γέγονεν ἢ γίνεται πρὸς ἑτέρου χρείαν, ἀλλὰ διὰ τὴν
ἰδίαν αὐτῶν τῶν γενομένων ζωήν τε καὶ διαμονήν.
οὐδὲ γὰρ ὁ
λόγος εὑρίσκει τινὰ χρείαν τῆς τῶν ἀνθρώπων γενέσεως αἰτίαν, τῶν
μὲν ἀθανάτων ἀνενδεῶν ὄντων καὶ μηδεμιᾶς μηδαμῶς παρ' ἀνθρώπων
συντελείας πρὸς τὸ εἶναι δεομένων, τῶν δὲ ἀλόγων ἀρχομένων
κατὰ φύσιν καὶ τὰς πρὸς ὃ πέφυκεν ἕκαστον χρείας ἀνθρώποις ἀπο-
πληρούντων ἀλλ' οὐκ αὐτῶν τούτοις χρῆσθαι πεφυκότων· θέμις
γὰρ οὔτε ἦν οὔτε ἐστὶ τὸ ἄρχον καὶ ἡγεμονοῦν ὑπάγειν εἰς χρῆσιν
τοῖς ἐλάττοσιν ἢ τὸ λογικὸν ὑποτάττειν ἀλόγοις, οὖσιν πρὸς τὸ
ἄρχειν ἀνεπιτηδείοις.
οὐκοῦν εἰ μήτε ἀναιτίως καὶ μάτην
γέγονεν ἄνθρωπος (οὐδὲν γὰρ τῶν ὑπὸ θεοῦ γενομένων μάταιον
κατά γε τὴν τοῦ ποιήσαντος γνώμην) μήτε χρείας ἕνεκεν αὐτοῦ τοῦ
ποιήσαντος ἢ ἄλλου τινὸς τῶν ὑπὸ θεοῦ γενομένων ποιημάτων,
εὔδηλον ὅτι κατὰ μὲν τὸν πρῶτον καὶ κοινότερον λόγον δι' ἑαυτὸν
καὶ τὴν ἐπὶ πάσης τῆς δημιουργίας θεωρουμένην ἀγαθότητα καὶ
σοφίαν ἐποίησεν ὁ θεὸς ἄνθρωπον, κατὰ δὲ τὸν προσεχέστερον
τοῖς γενομένοις λόγον διὰ τὴν αὐτῶν τῶν γενομένων ζωὴν, οὐκ
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
11
ἐπὶ μικρὸν ἐξαπτομένην εἶτα παντελῶς σβεννυμένην.
ἑρπετοῖς
γὰρ, οἶμαι, καὶ πτηνοῖς καὶ νηκτοῖς ἢ καὶ κοινότερον εἰπεῖν πᾶσι
τοῖς ἀλόγοις τὴν τοιαύτην ζωὴν ἀπένειμεν θεός, τοῖς δὲ αὐτὸν ἐν
ἑαυτοῖς ἀγαλματοφοροῦσι τὸν ποιητὴν νοῦν τε συνεπιφερομένοις καὶ
λογικῆς κρίσεως μεμοιραμένοις τὴν εἰς ἀεὶ διαμονὴν ἀπεκλήρωσεν
ὁ ποιήσας, ἵνα γινώσκοντες τὸν ἑαυτῶν ποιητὴν καὶ τὴν τούτου
δύναμίν τε καὶ σοφίαν νόμῳ τε συνεπόμενοι καὶ δίκῃ τούτοις συν-
διαιωνίζωσιν ἀπόνως, οἷς τὴν προλαβοῦσαν ἐκράτυναν ζωὴν καίπερ
ἐν φθαρτοῖς καὶ γηΐνοις ὄντες σώμασιν.
ὁπόσα μὲν γὰρ ἄλλου
του χάριν γέγονεν, παυσαμένων ἐκείνων ὧν ἕνεκεν γέγονεν, παύ-
σεται εἰκότως καὶ αὐτὰ τὰ γενόμενα τοῦ εἶναι καὶ οὐκ ἂν διαμένοι
μάτην, ὡς ἂν μηδεμίαν ἐν τοῖς ὑπὸ θεοῦ γενομένοις τοῦ ματαίου
χώραν ἔχοντος· τά γε μὴν δι' αὐτὸ τὸ εἶναι καὶ ζῆν καθὼς
πέφυκεν γενόμενα, ὡς αὐτῆς τῆς αἰτίας τῇ φύσει συνειλημμένης καὶ
κατ' αὐτὸ μόνον τὸ εἶναι θεωρουμένης, οὐδεμίαν οὐδέποτε δέξαιτ'
ἂν τὴν τὸ εἶναι παντελῶς ἀφανίζουσαν αἰτίαν.
ταύτης δὲ ἐν τῷ
εἶναι πάντοτε θεωρουμένης, δεῖ σῴζεσθαι πάντως καὶ τὸ γενόμενον
ζῷον, ἐνεργοῦν τε καὶ πάσχον ἃ πέφυκεν, ἑκατέρου τούτων ἐξ ὧν
γέγονεν τὰ παρ' ἑαυτοῦ συνεισφέροντος καὶ τῆς μὲν ψυχῆς οὔσης
τε καὶ διαμενούσης ὁμαλῶς ἐν ᾗ γέγονεν φύσει καὶ διαπονούσης ἃ
πέφυκεν (πέφυκεν δὲ ταῖς τοῦ σώματος ἐπιστατεῖν ὁρμαῖς καὶ τὸ
προσπῖπτον ἀεὶ τοῖς προσήκουσι κρίνειν καὶ μετρεῖν κριτηρίοις καὶ
μέτροις), τοῦ δὲ σώματος κινουμένου κατὰ φύσιν πρὸς ἃ πέφυκεν
καὶ τὰς ἀποκληρωθείσας αὐτῷ δεχομένου μεταβολάς, μετὰ δὲ τῶν
ἄλλων τῶν κατὰ τὰς ἡλικίας ἢ κατ' εἶδος ἢ μέγεθος τὴν ἀνάστασιν.
εἶδος γάρ τι μεταβολῆς καὶ πάντων ὕστατον ἡ ἀνάστασις ἥ τε
τῶν κατ' ἐκεῖνον τὸν χρόνον περιόντων ἔτι πρὸς τὸ κρεῖττον
μεταβολή.
Ἐπὶ δὲ τούτοις τεθαρρηκότες οὐ μεῖον ἢ τοῖς ἤδη γενομένοις
καὶ τὴν ἑαυτῶν ἐπισκοποῦντες φύσιν, τήν τε μετ' ἐνδείας καὶ
φθορᾶς ζωὴν στέργομεν ὡς τῷ παρόντι βίῳ προσήκουσαν καὶ τὴν
ἐν ἀφθαρσίᾳ διαμονὴν ἐλπίζομεν βεβαίως· ἣν οὐ παρὰ ἀνθρώπων
ἀναπλάττομεν μάτην ψευδέσιν ἑαυτοὺς βουκολοῦντες ἐλπίσιν,
ἀπλανεστάτῳ δὲ πεπιστεύκαμεν ἐχεγγύῳ, τῇ τοῦ δημιουργήσαντος
ἡμᾶς γνώμῃ, καθ' ἣν ἐποίησεν ἄνθρωπον ἐκ ψυχῆς ἀθανάτου καὶ
σώματος νοῦν τε συγκατεσκεύασεν αὐτῷ καὶ νόμον ἔμφυτον ἐπὶ
σωτηρίᾳ καὶ φυλακῇ τῶν παρ' αὐτοῦ διδομένων, ἔμφρονι δὲ βίῳ
καὶ ζωῇ λογικῇ προσηκόντων, εὖ εἰδότες ὡς οὐκ ἂν τοιοῦτον
κατεσκεύασεν ζῷον καὶ πᾶσι τοῖς πρὸς διαμονὴν ἐκόσμησεν, εἰ μὴ
διαμένειν ἐβούλετο τὸ γενόμενον.
εἰ τοίνυν ὁ τοῦδε τοῦ παντὸς
δημιουργὸς ἐποίησεν ἄνθρωπον ἐπὶ τῷ ζωῆς ἔμφρονος μετασχεῖν
καὶ γενόμενον θεωρὸν τῆς τε μεγαλοπρεπείας αὐτοῦ καὶ τῆς ἐπὶ
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
12
πᾶσι σοφίας τῇ τούτων θεωρίᾳ συνδιαμένειν ἀεὶ κατὰ τὴν ἐκείνου
γνώμην καὶ καθ' ἣν εἴληχεν φύσιν, ἡ μὲν τῆς γενέσεως αἰτία
πιστοῦται τὴν εἰς ἀεὶ διαμονήν, ἡ δὲ διαμονὴ τὴν ἀνάστασιν, ἧς
χωρὶς οὐκ ἂν διαμείνειεν ἄνθρωπος. ἐκ δὲ τῶν εἰρημένων εὔδηλον
ὡς τῇ τῆς γενέσεως αἰτίᾳ καὶ τῇ γνώμῃ τοῦ ποιήσαντος δείκνυται
σαφῶς ἡ ἀνάστασις.
Τοιαύτης δὲ τῆς αἰτίας οὔσης, καθ' ἣν εἰς τόνδε παρῆκται τὸν
κόσμον ἄνθρωπος, ἀκόλουθον ἂν εἴη τὸν τούτοις κατὰ φύσιν ἢ καθ'
εἱρμὸν ἑπόμενον διασκέψασθαι λόγον· ἕπεται δὲ κατὰ τὴν ἐξέτασιν
τῇ μὲν αἰτίᾳ τῆς γενέσεως ἡ τῶν γεννηθέντων ἀνθρώπων φύσις, τῇ
δὲ φύσει τῶν γενομένων ἡ τοῦ ποιήσαντος ἐπὶ τούτοις δικαία
κρίσις τούτοις τε πᾶσι τὸ τοῦ βίου τέλος. ἐξητασμένων δὲ ἡμῖν
τῶν προτεταγμένων ἐπισκεπτέον ἑξῆς τὴν τῶν ἀνθρώπων φύσιν.
Ἡ τῶν τῆς ἀληθείας δογμάτων ἢ τῶν ὁπωσοῦν εἰς ἐξέτασιν
προβαλλομένων ἀπόδειξις τὴν ἀπλανῆ τοῖς λεγομένοις ἐπιφέρουσα
πίστιν οὐκ ἔξωθέν ποθεν ἔχει τὴν ἀρχὴν οὐδ' ἐκ τῶν τισι δοκούντων
ἢ δεδογμένων, ἀλλ' ἐκ τῆς κοινῆς καὶ φυσικῆς ἐννοίας ἢ τῆς πρὸς
τὰ πρῶτα τῶν δευτέρων ἀκολουθίας.
ἢ γὰρ περὶ τῶν πρώτων
ἐστὶ δογμάτων καὶ δεῖ μόνης ὑπομνήσεως τῆς τὴν φυσικὴν ἀνα-
κινούσης ἔννοιαν ἢ περὶ τῶν κατὰ φύσιν ἑπομένων τοῖς πρώτοις καὶ
τῆς φυσικῆς ἀκολουθίας καὶ δεῖ τῆς ἐπὶ τούτοις τάξεως, δεικνύντας
τί τοῖς πρώτοις ἢ τοῖς προτεταγμένοις ἀκολουθεῖ κατ' ἀλήθειαν, ἐπὶ
τῷ μήτε τῆς ἀληθείας ἢ τῆς κατ' αὐτὴν ἀσφαλείας ἀμελεῖν μήτε τὰ
τῇ φύσει τεταγμένα καὶ διωρισμένα συγχεῖν ἢ τὸν φυσικὸν εἱρμὸν
διασπᾶν.
ὅθεν, οἶμαι, [χρῆν] δίκαιον περὶ τῶν προκειμένων
ἐσπουδακότας καὶ κρίνειν ἐμφρόνως θέλοντας εἴτε γίνεται τῶν
ἀνθρωπίνων σωμάτων ἀνάστασις εἴτε μή, πρῶτον μὲν ἐπισκοπεῖν
καλῶς τῶν πρὸς τὴν τοῦδε δεῖξιν συντελούντων τὴν δύναμιν καὶ
ποίαν ἕκαστον εἴληχεν χώραν καὶ τί μὲν τούτων πρῶτον τί δὲ
δεύτερον ἢ τρίτον τί δ' ἐπὶ τούτοις ὕστατον·
ταῦτα δὲ διαταξαμένους χρὴ πρώτην μὲν τάξαι τὴν αἰτίαν τῆς τῶν ἀνθρώπων
γενέσεως, τοῦτ' ἔστιν τὴν τοῦ δημιουργήσαντος γνώμην καθ' ἣν
ἐποίησεν ἄνθρωπον, ταύτῃ δὲ προσφυῶς ἐπισυνάψαι τὴν τῶν
γενομένων ἀνθρώπων φύσιν, οὐχ ὡς τῇ τάξει δευτερεύουσαν, διὰ δὲ
τὸ μὴ δύνασθαι κατὰ ταὐτὸν ἀμφοτέρων γενέσθαι τὴν κρίσιν, κἂν
ὅτι μάλιστα συνυπάρχωσιν ἀλλήλαις καὶ πρὸς τὸ προκείμενον τὴν
ἴσην παρέχωνται δύναμιν.
διὰ δὲ τούτων, ὡς πρώτων καὶ τὴν ἐκ δημιουργίας ἐχόντων ἀρχήν, ἐναργῶς
δεικνυμένης τῆς ἀναστάσεως, οὐδὲν ἧττον καὶ διὰ τῶν τῆς προνοίας λόγων ἔστι
λαβεῖν τὴν περὶ ταύτης πίστιν, λέγω δὲ διὰ τῆς ἑκάστῳ τῶν ἀνθρώπων
ὀφειλομένης κατὰ δικαίαν κρίσιν τιμῆς ἢ δίκης καὶ τοῦ κατὰ τὸν
ἀνθρώπινον βίον τέλους.
πολλοὶ γὰρ τὸν τῆς ἀναστάσεως λόγον διαλαμβάνοντες τῷ τρίτῳ μόνῳ τὴν πᾶσαν
ἐπήρεισαν αἰτίαν, νομίσαντες τὴν ἀνάστασιν γίνεσθαι διὰ τὴν κρίσιν. τοῦτο δὲ
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
13
περιφανῶς δείκνυται ψεῦδος ἐκ τοῦ πάντας μὲν ἀνίστασθαι τοὺς ἀποθνῄσκοντας
ἀνθρώπους, μὴ πάντας δὲ κρίνεσθαι τοὺς ἀναστάντας· εἰ γὰρ μόνον τὸ κατὰ τὴν
κρίσιν δίκαιον τῆς ἀναστάσεως ἦν αἴτιον, ἐχρῆν δήπου τοὺς μηδὲν ἡμαρτηκότας ἢ
κατορθώσαντας μηδ' ἀνίστασθαι, τοῦτ' ἔστι τοὺς κομιδῇ νέους παῖδας· ἐξ ὧν δὲ
πάντας ἀνίστασθαι τούς τε ἄλλους καὶ δὴ καὶ τοὺς κατὰ τὴν πρώτην
ἡλικίαν τελευτήσαντας καὶ αὐτοὶ δικαιοῦσιν, οὐ διὰ τὴν κρίσιν ἡ
ἀνάστασις γίνεται κατὰ πρῶτον λόγον, ἀλλὰ διὰ τὴν τοῦ δημιουρ-
γήσαντος γνώμην καὶ τὴν τῶν δημιουργηθέντων φύσιν.
Ἀρκούσης δὲ καὶ μόνης τῆς ἐπὶ τῇ γενέσει τῶν ἀνθρώπων
θεωρουμένης αἰτίας δεῖξαι τὴν ἀνάστασιν κατὰ φυσικὴν ἀκολουθίαν
ἑπομένην τοῖς διαλυθεῖσι σώμασιν, δίκαιον ἴσως πρὸς μηδὲν
ἀποκνῆσαι τῶν προτεθέντων, ἀκολούθως δὲ τοῖς εἰρημένοις καὶ
τὰς ἐξ ἑκάστου τῶν ἑπομένων ἀφορμὰς ὑποδεῖξαι τοῖς ἐξ αὑτῶν
συνιδεῖν μὴ δυναμένοις καὶ πρό γε τῶν ἄλλων τὴν τῶν γενομένων
ἀνθρώπων φύσιν, ἐπὶ τὴν αὐτὴν ἄγουσαν ἔννοιαν καὶ τὴν ἴσην
παρέχουσαν περὶ τῆς ἀναστάσεως πίστιν.
εἰ γὰρ πᾶσα κοινῶς ἡ τῶν ἀνθρώπων φύσις ἐκ ψυχῆς ἀθανάτου καὶ τοῦ κατὰ τὴν
γένεσιν αὐτῇ συναρμοσθέντος σώματος ἔχει τὴν σύστασιν καὶ μήτε τῇ
φύσει τῆς ψυχῆς καθ' ἑαυτὴν μήτε τῇ φύσει τοῦ σώματος χωρὶς
ἀπεκλήρωσεν θεὸς τὴν τοιάνδε γένεσιν ἢ τὴν ζωὴν καὶ τὸν σύμ-
παντα βίον, ἀλλὰ τοῖς ἐκ τούτων γενομένοις ἀνθρώποις, ἵν', ἐξ ὧν
γίνονται καὶ ζῶσι, διαβιώσαντες εἰς ἕν τι καὶ κοινὸν καταλήξωσιν
τέλος, δεῖ, πάντως ἑνὸς ὄντος ἐξ ἀμφοτέρων ζῴου τοῦ καὶ πάσχοντος
ὁπόσα πάθη ψυχῆς καὶ ὁπόσα τοῦ σώματος ἐνεργοῦντός τε καὶ
πράττοντος ὁπόσα τῆς αἰσθητικῆς ἢ τῆς λογικῆς δεῖται κρίσεως,
πρὸς ἕν τι τέλος ἀναφέρεσθαι πάντα τὸν ἐκ τούτων εἱρμόν, ἵνα
πάντα καὶ διὰ πάντων συντρέχῃ πρὸς μίαν ἁρμονίαν καὶ τὴν αὐτὴν
συμπάθειαν, ἀνθρώπου γένεσις, ἀνθρώπου φύσις, ἀνθρώπου ζωή,
ἀνθρώπου πράξεις καὶ πάθη καὶ βίος καὶ τὸ τῇ φύσει προσῆκον
τέλος.
εἰ δὲ μία τίς ἐστιν ἁρμονία τοῦ ζῴου παντὸς καὶ συμ-
πάθεια, καὶ τῶν ἐκ ψυχῆς φυομένων καὶ τῶν διὰ τοῦ σώματος
ἐπιτελουμένων, ἓν εἶναι δεῖ καὶ τὸ ἐπὶ πᾶσι τούτοις τέλος. ἓν δὲ
τέλος ἔσται κατ' ἀλήθειαν, τοῦ αὐτοῦ ζῴου κατὰ τὴν ἑαυτοῦ σύστασιν
ὄντος, οὗπέρ ἐστιν τέλος τὸ τέλος. τὸ αὐτὸ δὲ ζῷον ἔσται καθαρῶς,
τῶν αὐτῶν ὄντων πάντων ἐξ ὧν ὡς μερῶν τὸ ζῷον. τὰ αὐτὰ δὲ
κατὰ τὴν ἰδιάζουσαν ἕνωσιν ἔσται, τῶν διαλυθέντων πάλιν ἑνωθέν-
των πρὸς τὴν τοῦ ζῴου σύστασιν.
ἡ δὲ τῶν αὐτῶν ἀνθρώπων σύστασις ἐξ ἀνάγκης ἑπομένην δείκνυσιν τὴν τῶν
νεκρωθέντων καὶ διαλυθέντων σωμάτων ἀνάστασιν· ταύτης γὰρ χωρὶς οὔτ' ἂν
ἑνωθείη τὰ αὐτὰ μέρη κατὰ φύσιν ἀλλήλοις οὔτ' ἂν συσταίη τῶν αὐτῶν
ἀνθρώπων ἡ φύσις.
εἰ δὲ καὶ νοῦς καὶ λόγος δέδοται τοῖς ἀνθρώποις πρὸς διάκρισιν νοητῶν, οὐκ οὐσιῶν
μόνον ἀλλὰ καὶ τῆς τοῦ δόντος ἀγαθότητος καὶ σοφίας καὶ δικαιοσύνης, ἀνάγκη,
διαμενόντων ὧν ἕνεκεν ἡ λογικὴ δέδοται κρίσις, καὶ αὐτὴν διαμένειν
τὴν ἐπὶ τούτοις δοθεῖσαν κρίσιν· ταύτην δὲ διαμένειν ἀδύνατον, μὴ
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
14
τῆς δεξαμένης αὐτὴν καὶ τὰ ἐν οἷς ἐστι διαμενούσης φύσεως.
ὁ δὲ καὶ νοῦν καὶ λόγον δεξάμενός ἐστιν ἄνθρωπος, οὐ ψυχὴ καθ'
ἑαυτήν· ἄνθρωπον ἄρα δεῖ τὸν ἐξ ἀμφοτέρων ὄντα διαμένειν εἰς ἀεί,
τοῦτον δὲ διαμένειν ἀδύνατον μὴ ἀνιστάμενον.
ἀναστάσεως γὰρ μὴ γινομένης, οὐκ ἂν ἡ τῶν ἀνθρώπων ὡς ἀνθρώπων διαμένοι
φύσις· τῆς δὲ τῶν ἀνθρώπων φύσεως μὴ διαμενούσης, μάτην μὲν
ἡ ψυχὴ συνήρμοσται τῇ τοῦ σώματος ἐνδείᾳ καὶ τοῖς τούτου
πάθεσιν, μάτην δὲ τὸ σῶμα πεπέδηται πρὸς τὸ τυγχάνειν ὧν
ὀρέγεται, ταῖς τῆς ψυχῆς ἡνίαις ὑπεῖκον καὶ χαλιναγωγούμενον,
μάταιος δὲ ὁ νοῦς, ματαία δὲ φρόνησις καὶ δικαιοσύνης παρατήρησις
ἢ καὶ πάσης ἀρετῆς ἄσκησις καὶ νόμων θέσις καὶ διάταξις καὶ
συνόλως εἰπεῖν πᾶν ὅτι περ ἐν ἀνθρώποις καὶ δι' ἀνθρώπους καλόν,
μᾶλλον δὲ καὶ αὐτὴ τῶν ἀνθρώπων ἡ γένεσίς τε καὶ φύσις.
εἰ δὲ πάντων καὶ πανταχόθεν ἀπελήλαται τῶν ἔργων τοῦ θεοῦ καὶ τῶν
ὑπ' ἐκείνου διδομένων δωρεῶν τὸ μάταιον, δεῖ πάντως τῷ τῆς
ψυχῆς ἀτελευτήτῳ συνδιαιωνίζειν τὴν τοῦ σώματος διαμονὴν κατὰ
τὴν οἰκείαν φύσιν.
Ξενιζέσθω δὲ μηδεὶς εἰ τὴν θανάτῳ καὶ φθορᾷ διακοπτομένην
ζωὴν ὀνομάζομεν διαμονήν, λογιζόμενος ὡς οὐχ εἷς τοῦ προσρήμα-
τος ὁ λόγος, οὐχ ἓν τῆς διαμονῆς τὸ μέτρον, ὅτι μηδὲ τῶν δια-
μενόντων φύσις μία.
εἴπερ γὰρ κατὰ τὴν οἰκείαν φύσιν ἕκαστον
τῶν διαμενόντων ἔχει τὴν διαμονήν, οὔτ' ἐπὶ τῶν καθαρῶς ἀφθάρ-
των καὶ ἀθανάτων εὕροι τις ἂν ἰσάζουσαν τὴν διαμονήν, τῷ μηδὲ
τὰς οὐσίας τῶν κρειττόνων συνεξισοῦσθαι ταῖς καθ' ὑπόβασιν
διαφερούσαις, οὔτ' ἐπὶ τῶν ἀνθρώπων τὴν ὁμαλὴν ἐκείνην καὶ
ἀμετάβλητον ἐπιζητεῖν ἄξιον, ἅτε δὴ τῶν μὲν ἐξ ἀρχῆς γενομένων
ἀθανάτων καὶ διαμενόντων μόνῃ τῇ γνώμῃ τοῦ ποιήσαντος
ἀτελευτήτως, τῶν δὲ ἀνθρώπων κατὰ μὲν τὴν ψυχὴν ἀπὸ γενέσεως
ἐχόντων τὴν ἀμετάβλητον διαμονήν, κατὰ δὲ τὸ σῶμα προσλαμ-
βανόντων ἐκ μεταβολῆς τὴν ἀφθαρσίαν·
ὅπερ ὁ τῆς ἀναστάσεως
βούλεται λόγος· πρὸς ἣν ἀποβλέποντες τήν τε διάλυσιν τοῦ σώματος
ὡς ἑπομένην τῇ μετ' ἐνδείας καὶ φθορᾶς ζωῇ περιμένομεν καὶ μετὰ
ταύτην τὴν μετ' ἀφθαρσίας ἐλπίζομεν διαμονήν, οὔτε τῇ τῶν
ἀλόγων τελευτῇ συνεξισοῦντες τὴν ἡμετέραν τελευτὴν οὔτε τῇ τῶν
ἀθανάτων διαμονῇ τὴν τῶν ἀνθρώπων διαμονήν, ἵνα μὴ λάθωμεν
ταύτῃ συνεξισοῦντες καὶ τὴν τῶν ἀνθρώπων φύσιν καὶ ζωὴν
οἷς μὴ προσῆκεν.
οὐ τοίνυν ἐπὶ τούτῳ δυσχεραίνειν ἄξιον, εἴ
τις ἀνωμαλία θεωρεῖται περὶ τὴν τῶν ἀνθρώπων διαμονήν, οὐδ'
ἐπειδὴ χωρισμὸς ψυχῆς ἀπὸ τοῦ σώματος μερῶν καὶ μορίων
διάλυσις τὴν συνεχῆ διακόπτει ζωήν, διὰ τοῦτ' ἀπογινώσκειν χρὴ
τὴν ἀνάστασιν.
οὐδὲ γὰρ ἐπειδὴ τὴν κατὰ συναίσθησιν ζωὴν
διακόπτειν δοκοῦσιν αἱ κατὰ τὸν ὕπνον φυσικῶς ἐγγινόμεναι
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
15
παρέσεις τῶν αἰσθήσεων καὶ τῶν φυσικῶν δυνάμεων, ἰσομέτροις
χρόνου διαστήμασιν ὑπνούντων τῶν ἀνθρώπων καὶ τρόπον τινὰ
πάλιν ἀναβιωσκόντων, τὴν αὐτὴν παραιτούμεθα λέγειν ζωήν· παρ'
ἣν αἰτίαν, οἶμαι, τινὲς ἀδελφὸν τοῦ θανάτου τὸν ὕπνον ὀνομά-
ζουσιν, οὐχ ὡς ἐκ τῶν αὐτῶν προγόνων ἢ πατέρων φύντας γενεα-
λογοῦντες, ἀλλ' ὡς τῶν ὁμοίων παθῶν τοῖς τε θανοῦσι καὶ τοῖς
ὑπνοῦσιν ἐγγινομένων, ἕνεκα γε τῆς ἠρεμίας καὶ τοῦ μηδενὸς
ἐπαισθάνεσθαι τῶν παρόντων ἢ γινομένων, μᾶλλον δὲ μηδὲ τοῦ
εἶναι καὶ τῆς ἰδίας ζωῆς.
εἴπερ οὖν τὴν τῶν ἀνθρώπων ζωὴν
τοσαύτης γέμουσαν ἀνωμαλίας ἀπὸ γενέσεως μέχρι διαλύσεως καὶ
διακοπτομένην πᾶσιν οἷς προείπομεν, οὐ παραιτούμεθα τὴν αὐτὴν
λέγειν ζωήν, οὐδὲ τὴν ἐπέκεινα τῆς διαλύσεως ζωήν, ἥτις ἑαυτῇ
συνεισάγει τὴν ἀνάστασιν, ἀπογινώσκειν ὀφείλομεν, κἂν ἐπὶ ποσὸν
διακόπτηται τῷ χωρισμῷ τῆς ψυχῆς ἀπὸ τοῦ σώματος.
αὕτη γὰρ τῶν ἀνθρώπων ἡ φύσις ἄνωθεν καὶ κατὰ γνώμην τοῦ
ποιήσαντος συγκεκληρωμένην ἔχουσα τὴν ἀνωμαλίαν, ἀνώμαλον
ἔχει τὴν ζωὴν καὶ τὴν διαμονὴν, ποτὲ μὲν ὕπνῳ ποτὲ δὲ θανάτῳ
διακοπτομένην καὶ ταῖς καθ' ἑκάστην ἡλικίαν μεταβολαῖς, οὐκ
ἐμφαινομένων ἐναργῶς τοῖς πρώτοις τῶν ὕστερον ἐπιγινομένων.
ἢ τίς ἂν ἐπίστευσεν μὴ τῇ πείρᾳ δεδιδαγμένος, ἐν ὁμοιομερεῖ καὶ
ἀδιαπλάστῳ τῷ σπέρματι τοσούτων καὶ τηλικούτων ἀποκεῖσθαι
δυνάμεων ἢ τοσαύτην ἐπισυνισταμένων καὶ πηγνυμένων ὄγκων
διαφορὰν, ὀστέων φημὶ καὶ νεύρων καὶ χόνδρων, ἔτι δὲ μυῶν καὶ
σαρκῶν καὶ σπλάγχνων καὶ τῶν λοιπῶν τοῦ σώματος μερῶν; οὔτε
γὰρ ἐν ὑγροῖς ἔτι τοῖς σπέρμασι τούτων ἔστιν ἰδεῖν οὐδὲν οὔτε μὴν
τοῖς νηπίοις ἐμφαίνεταί τι τῶν τοῖς τελείοις ἐπιγινομένων ἢ τῇ τῶν
τελείων ἡλικίᾳ τὰ τῶν παρηβηκότων ἢ τούτοις τὰ τῶν γεγηρα-
κότων.
ἀλλὰ δὴ καίτοι τῶν εἰρημένων τινῶν μὲν οὐδ' ὅλως
τινῶν δὲ ἀμυδρῶς ἐμφαινόντων τὴν φυσικὴν ἀκολουθίαν καὶ τὰς τῇ
φύσει τῶν ἀνθρώπων ἐπιγινομένας μεταβολὰς, ὅμως ἴσασιν ὅσοι
μὴ τυφλώττουσιν ὑπὸ κακίας ἢ ·ᾳθυμίας περὶ τὴν τούτων κρίσιν,
ὅτι δεῖ πρῶτον μὲν γενέσθαι τῶν σπερμάτων καταβολήν, διαρθρω-
θέντων δὲ τούτων καθ' ἕκαστον μέρος καὶ μόριον καὶ προελθόν-
των εἰς φῶς τῶν κυηθέντων ἐπιγίνεται μὲν ἡ κατὰ τὴν πρώτην
ἡλικίαν αὔξησις ἥ τε κατ' αὔξησιν τελείωσις, τελειωθέντων δὲ
ὕφεσις τῶν φυσικῶν δυνάμεων μέχρι γήρως, εἶτα πεπονηκότων τῶν
σωμάτων ἡ διάλυσις.
ὥσπερ οὖν ἐπὶ τούτων, οὔτε τοῦ σπέρ-
ματος ἐγγεγραμμένην ἔχοντος τὴν τῶν ἀνθρώπων φυὴν ἢ μορφὴν
οὔτε τῆς ζωῆς τὴν εἰς τὰς πρώτας ἀρχὰς διάλυσιν, ὁ τῶν φυσικῶς
γινομένων εἱρμὸς παρέχει τὴν πίστιν τοῖς οὐκ ἐξ αὐτῶν τῶν φαι-
νομένων ἔχουσι τὸ πιστόν, πολὺ μᾶλλον ὁ λόγος ἐκ τῆς φυσικῆς
ἀκολουθίας ἀνιχνεύων τὴν ἀλήθειαν πιστοῦται τὴν ἀνάστασιν,
ἀσφαλέστερος ὢν καὶ κρείττων τῆς πείρας πρὸς πίστωσιν ἀληθείας.
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
16
Τῶν πρῴην ἡμῖν εἰς ἐξέτασιν προτεθέντων λόγων καὶ τὴν
ἀνάστασιν πιστουμένων πάντες μέν εἰσιν ὁμογενεῖς, ὡς ἐκ τῆς
αὐτῆς φύντες ἀρχῆς· ἀρχὴ γὰρ αὐτοῖς ἡ τῶν πρώτων ἀνθρώπων ἐκ
δημιουργίας γένεσις· ἀλλ' οἱ μὲν ἐξ αὐτῆς κρατύνονται τῆς πρώτης
ἀρχῆς ἐξ ἧσπερ ἔφυσαν, οἱ δὲ παρεπόμενοι τῇ τε φύσει καὶ τῷ βίῳ
τῶν ἀνθρώπων ἐκ τῆς τοῦ θεοῦ περὶ ἡμᾶς προνοίας λαμβάνουσιν
τὴν πίστιν· ἡ μὲν γὰρ αἰτία, καθ' ἣν καὶ δι' ἣν γεγόνασιν ἄνθρωποι,
συνεζευγμένη τῇ φύσει τῶν ἀνθρώπων ἐκ δημιουργίας ἔχει τὴν
ἰσχύν, ὁ δὲ τῆς δικαιοσύνης λόγος, καθ' ὃν κρίνει θεὸς τοὺς εὖ ἢ
κακῶς βεβιωκότας ἀνθρώπους, ἐκ τοῦ τούτων τέλους· φύονται μὲν
γὰρ ἐκεῖθεν, ἤρτηνται δὲ μᾶλλον τῆς προνοίας.
δεδειγμένων δὲ
ἡμῖν τῶν πρώτων ὡς οἷόν τε, καλῶς ἂν ἔχοι καὶ διὰ τῶν ὑστέρων
δεῖξαι τὸ προκείμενον, λέγω δὲ διὰ τῆς ὀφειλομένης ἑκάστῳ τῶν
ἀνθρώπων κατὰ δικαίαν κρίσιν τιμῆς ἢ δίκης καὶ τοῦ κατὰ τὸν
ἀνθρώπινον βίον τέλους, αὐτῶν δὲ τούτων προτάξαι τὸν κατὰ
φύσιν ἡγούμενον καὶ πρῶτόν γε διασκέψασθαι τὸν περὶ τῆς κρίσεως
λόγον, τοσοῦτον μόνον ὑπειπόντας φροντίδι τῆς προσηκούσης τοῖς
προκειμένοις ἀρχῆς καὶ τάξεως ὅτι δεῖ τοὺς ποιητὴν τὸν θεὸν τοῦδε
τοῦ παντὸς παραδεξαμένους τῇ τούτου σοφίᾳ καὶ δικαιοσύνῃ τὴν
τῶν γενομένων ἁπάντων ἀνατιθέναι φυλακήν τε καὶ πρόνοιαν, εἴ
γε ταῖς ἰδίαις ἀρχαῖς παραμένειν ἐθέλοιεν, ταῦτα δὲ περὶ τούτων
φρονοῦντας μηδὲν ἡγεῖσθαι μήτε τῶν κατὰ γῆν μήτε τῶν κατ'
οὐρανὸν ἀνεπιτρόπευτον μηδ' ἀπρονόητον, ἀλλ' ἐπὶ πᾶν ἀφανὲς
ὁμοίως καὶ φαινόμενον μικρόν τε καὶ μεῖζον διήκουσαν γινώσκειν
τὴν παρὰ τοῦ ποιήσαντος ἐπιμέλειαν.
δεῖται γὰρ πάντα τὰ
γενόμενα τῆς παρὰ τοῦ ποιήσαντος ἐπιμελείας, ἰδίως δὲ ἕκαστον
καθ' ὃ πέφυκεν καὶ πρὸς ὃ πέφυκεν· ἀχρείου γὰρ οἶμαι φιλοτιμίας
τὸ κατὰ γένη διαιρεῖν νῦν ἢ τὸ πρόσφορον ἑκάστῃ φύσει κατα-
λέγειν ἐθέλειν.
ὅ γε μὴν ἄνθρωπος, περὶ οὗ νῦν πρόκειται λέγειν,
ὡς μὲν ἐνδεὴς δεῖται τροφῆς, ὡς δὲ θνητὸς διαδοχῆς, ὡς δὲ λογικὸς
δίκης. εἰ δὲ τῶν εἰρημένων ἕκαστόν ἐστιν ἀνθρώπῳ κατὰ φύσιν καὶ
δεῖται μὲν τροφῆς διὰ τὴν ζωήν, δεῖται δὲ διαδοχῆς διὰ τὴν τοῦ
γένους διαμονήν, δεῖται δὲ δίκης διὰ τὸ τῆς τροφῆς καὶ τῆς διαδοχῆς
ἔννομον, ἀνάγκη δήπου, τῆς τροφῆς καὶ τῆς διαδοχῆς ἐπὶ τὸ συν-
αμφότερον φερομένης, ἐπὶ τοῦτο φέρεσθαι καὶ τὴν δίκην, λέγω δὲ
συναμφότερον τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον, καὶ τὸν
τοιοῦτον ἄνθρωπον γίνεσθαι πάντων τῶν πεπραγμένων ὑπόδικον τήν
τε ἐπὶ τούτοις δέχεσθαι τιμὴν ἢ τιμωρίαν.
εἰ δὲ κατὰ τοῦ
συναμφοτέρου φέρει τὴν ἐπὶ τοῖς εἰργασμένοις δίκην ἡ δικαία
κρίσις καὶ μήτε τὴν ψυχὴν μόνην δεῖ κομίσασθαι τὰ ἐπίχειρα
τῶν μετὰ τοῦ σώματος εἰργασμένων (ἀπροσπαθὴς γὰρ αὕτη καθ'
ἑαυτὴν τῶν περὶ τὰς σωματικὰς ἡδονὰς ἢ τροφὰς καὶ θεραπείας
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
17
γινομένων πλημμελημάτων) μήτε τὸ σῶμα μόνον (ἄκριτον γὰρ
τοῦτο καθ' ἑαυτὸ νόμου καὶ δίκης), ὁ δὲ ἐκ τούτων ἄνθρωπος τὴν
ἐφ' ἑκάστῳ τῶν εἰργασμένων αὑτῷ δέχεται κρίσιν, τοῦτο δὲ οὔτε
κατὰ τήνδε τὴν ζωὴν εὑρίσκει συμβαῖνον ὁ λόγος (οὐ γὰρ σῴζεται
τὸ κατ' ἀξίαν ἐν τῷ παρόντι βίῳ διὰ τὸ πολλοὺς μὲν ἀθέους καὶ
πᾶσαν ἀνομίαν καὶ κακίαν ἐπιτηδεύοντας μέχρι τελευτῆς διατελεῖν
κακῶν ἀπειράτους καὶ τοὐναντίον τοὺς κατὰ πᾶσαν ἀρετὴν ἐξητασ-
μένον τὸν ἑαυτῶν βίον ἐπιδειξαμένους ἐν ὀδύναις ζῆν, ἐν ἐπηρείαις, ἐν
συκοφαντίαις, αἰκίαις τε καὶ παντοίαις κακοπαθείαις) οὔτε δὲ μετὰ
θάνατον (οὐδὲ γὰρ ἔστιν ἔτι τὸ συναμφότερον χωριζομένης μὲν τῆς
ψυχῆς ἀπὸ τοῦ σώματος, σκεδαννυμένου δὲ καὶ αὐτοῦ τοῦ σώματος
εἰς ἐκεῖνα πάλιν ἐξ ὧν συνεφορήθη καὶ μηδὲν ἔτι σῴζοντος τῆς
προτέρας φυῆς ἢ μορφῆς, ἦ πού γε τὴν μνήμην τῶν πεπραγμένων),
εὔδηλον παντὶ τὸ λειπόμενον, ὅτι δεῖ κατὰ τὸν ἀπόστολον τὸ
φθαρτὸν τοῦτο καὶ σκεδαστὸν ἐνδύσασθαι ἀφθαρσίαν, ἵνα ζῳο-
ποιηθέντων ἐξ ἀναστάσεως τῶν νεκρωθέντων καὶ πάλιν ἑνωθέντων
τῶν κεχωρισμένων ἢ καὶ πάντῃ διαλελυμένων, ἕκαστος κομίσηται
δικαίως ἃ διὰ τοῦ σώματος ἔπραξεν εἴτε ἀγαθὰ εἴτε κακά.
Πρὸς μὲν οὖν τοὺς ὁμολογοῦντας τὴν πρόνοιαν καὶ τὰς αὐτὰς
ἡμῖν παραδεξαμένους ἀρχάς, εἶτα τῶν οἰκείων ὑποθέσεων οὐκ οἶδ'
ὅπως ἐκπίπτοντας, τοιούτοις χρήσαιτ' ἄν τις λόγοις καὶ πολλῷ
πλείοσι τούτων, εἴ γε πλατύνειν ἐθέλοι τὰ συντόμως καὶ κατ'
ἐπιδρομὴν εἰρημένα.
πρὸς δέ γε τοὺς περὶ τῶν πρώτων δια-
φερομένους ἴσως ἂν ἔχοι καλῶς ἑτέραν ὑποθέσθαι πρὸ τούτων ἀρχήν,
συνδιαποροῦντας αὐτοῖς περὶ ὧν δοξάζουσιν καὶ τοιαῦτα συνδια-
σκεπτομένους· ἆρά γε πάντῃ καθάπαξ ἡ τῶν ἀνθρώπων παρῶπται
ζωὴ καὶ σύμπας ὁ βίος, ζόφος δέ τις βαθὺς κατακέχυται τῆς
γῆς ἀγνοίᾳ καὶ σιγῇ κρύπτων αὐτούς τε τοὺς ἀνθρώπους καὶ τὰς
τούτων πράξεις, ἢ πολὺ τούτων ἀσφαλέστερον τὸ δοξάζειν ὅτι τοῖς
ἑαυτοῦ ποιήμασιν ἐφέστηκεν ὁ ποιήσας, πάντων τῶν ὁπωσοῦν
ὄντων ἢ γινομένων ἔφορος, ἔργων τε καὶ βουλευμάτων κριτής.
εἰ μὲν γὰρ μηδεμία μηδαμοῦ τῶν ἀνθρώποις πεπραγμένων
γίνοιτο κρίσις, οὐδὲν ἕξουσι πλεῖον τῶν ἀλόγων ἄνθρωποι· μᾶλλον
δὲ κἀκείνων πράξουσιν ἀθλιώτερον οἱ τὰ πάθη δουλαγωγοῦντες
καὶ φροντίζοντες εὐσεβείας καὶ δικαιοσύνης ἢ τῆς ἄλλης ἀρετῆς, ὁ
δὲ κτηνώδης ἢ θηριώδης βίος ἄριστος, ἀρετὴ δὲ ἀνόητος, δίκης δὲ
ἀπειλὴ γέλως πλατύς, τὸ δὲ πᾶσαν θεραπεύειν ἡδονὴν ἀγαθῶν τὸ
μέγιστον, δόγμα δὲ κοινὸν τούτων ἁπάντων καὶ νόμος εἷς τὸ τοῖς
ἀκολάστοις καὶ λάγνοις φίλον “φάγωμεν [δὲ] καὶ πίωμεν, αὔριον
γὰρ ἀποθνῄσκομεν”. τοῦ γὰρ τοιούτου βίου τέλος οὐδὲ ἡδονὴ κατά
τινας, ἀλλ' ἀναισθησία παντελής.
εἰ δὲ ἔστι τις τῷ ποιήσαντι
τοὺς ἀνθρώπους τῶν ἰδίων ποιημάτων φροντὶς καὶ σῴζεταί που τῶν
εὖ ἢ κακῶς βεβιωμένων ἡ δικαία κρίσις, ἤτοι κατὰ τὸν παρόντα
βίον ζώντων ἔτι τῶν κατ' ἀρετὴν ἢ κακίαν βεβιωκότων ἢ μετὰ
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
18
θάνατον ἐν χωρισμῷ καὶ διαλύσει τυγχανόντων.
ἀλλὰ κατ'
οὐδέτερον τῶν εἰρημένων εὑρεῖν δυνατὸν σῳζομένην τὴν δικαίαν
κρίσιν· οὔτε γὰρ οἱ σπουδαῖοι κατὰ τὴν παροῦσαν ζωὴν φέρονται τὰ
τῆς ἀρετῆς ἐπίχειρα οὔτε μὴν οἱ φαῦλοι τὰ τῆς κακίας.
παρίημι
γὰρ λέγειν ὅτι σῳζομένης τῆς φύσεως ἐν ᾗ νῦν ἐσμέν, οὐδ' ἡ θνητὴ
φύσις ἐνεγκεῖν οἵα τε τὴν σύμμετρον δίκην πλειόνων ἢ βαρυτέρων
φερομένην πλημμελημάτων.
ὅ τε γὰρ μυρίους ἐπὶ μυρίοις
ἀνελὼν ἀδίκως λῃστὴς ἢ δυνάστης ἢ τύραννος οὐκ ἂν ἑνὶ θανάτῳ
λύσειεν τὴν ἐπὶ τούτοις δίκην ὅ τε μηδὲν περὶ θεοῦ δοξάζων ἀληθές,
ὕβρει δὲ πάσῃ καὶ βλασφημίᾳ συζῶν καὶ παρορῶν μὲν τὰ θεῖα,
καταλύων δὲ νόμους, ὑβρίσας δὲ παῖδας ὁμοῦ καὶ γυναῖκας, κατα-
σκάψας δὲ πόλεις ἀδίκως, ἐμπρήσας δὲ οἴκους μετὰ τῶν ἐνοικούντων
καὶ δῃώσας χώραν καὶ τούτοις συναφανίσας δήμους καὶ λαοὺς ἢ καὶ
σύμπαν ἔθνος, πῶς ἂν ἐν φθαρτῷ τῷ σώματι πρὸς τὴν τούτοις
σύμμετρον ἀρκέσειεν δίκην, προλαμβάνοντος τοῦ θανάτου τὸ κατ'
ἀξίαν καὶ μηδὲ πρὸς ἕν τι τῶν εἰργασμένων τῆς θνητῆς ἐξαρκούσης
φύσεως; οὔτ' οὖν κατὰ τὴν παροῦσαν ζωὴν ἡ κατ' ἀξίαν δείκνυται
κρίσις οὔτε μετὰ θάνατον.
Ἤτοι γὰρ παντελής ἐστι σβέσις τῆς ζωῆς ὁ θάνατος συν-
διαλυομένης τῷ σώματι τῆς ψυχῆς καὶ συνδιαφθειρομένης, ἢ μένει
μὲν ἡ ψυχὴ καθ' ἑαυτὴν ἄλυτος ἀσκέδαστος ἀδιάφθορος, φθείρεται
δὲ καὶ διαλύεται τὸ σῶμα, οὐδεμίαν ἔτι σῷζον οὔτε μνήμην τῶν
εἰργασμένων οὔτ' αἴσθησιν τῶν ἐπ' αὐτῇ παθημάτων.
σβεννυμένης μὲν γὰρ παντελῶς τῆς τῶν ἀνθρώπων ζωῆς, οὐδεμία
φανήσεται τῶν ἀνθρώπων οὐ ζώντων φροντίς, οὐ τῶν κατ' ἀρετὴν ἢ
κακίαν βεβιωκότων [ἡ] κρίσις, ἐπεισκυκληθήσεται δὲ πάλιν τὰ τῆς
ἀνόμου ζωῆς καὶ τῶν ταύτῃ συνεπομένων ἀτόπων τὸ σμῆνος τό τε
τῆς ἀνομίας ταύτης κεφάλαιον, ἀθεότης.
εἰ δὲ φθείροιτο μὲν τὸ
σῶμα καὶ χωροίη πρὸς τὸ συγγενὲς τῶν λελυμένων ἕκαστον, μένοι
δὲ ἡ ψυχὴ καθ' ἑαυτὴν ὡς ἄφθαρτος, οὐδ' οὕτως ἕξει χώραν ἡ
κατ' αὐτῆς κρίσις, μὴ προσούσης δικαιοσύνης· ἐπεὶ μηδὲ θεμιτὸν
ὑπολαμβάνειν ἐκ θεοῦ καὶ παρὰ θεοῦ γίνεσθαί τινα κρίσιν, ᾗ μὴ
πρόσεστι τὸ δίκαιον. οὐ πρόσεστι δὲ τῇ κρίσει τὸ δίκαιον μὴ
σῳζομένου τοῦ διαπραξαμένου τὴν δικαιοσύνην ἢ τὴν ἀνομίαν· ὁ
γὰρ διαπραξάμενος ἕκαστον τῶν κατὰ τὸν βίον ἐφ' οἷς ἡ κρίσις,
ἄνθρωπος ἦν, οὐ ψυχὴ καθ' ἑαυτήν. τὸ δὲ σύμπαν εἰπεῖν, ὁ λόγος
οὗτος ἐπ' οὐδενὸς φυλάξει τὸ δίκαιον.
Κατορθωμάτων τε γὰρ τιμωμένων, ἀδικηθήσεται τὸ σῶμα
σαφῶς ἐκ τοῦ κοινωνῆσαι μὲν τῇ ψυχῇ τῶν ἐπὶ τοῖς σπουδαζομένοις
πόνων, μὴ κοινωνῆσαι δὲ τῆς ἐπὶ τοῖς κατορθωθεῖσι τιμῆς, καὶ
συγγνώμης μὲν τυγχάνειν πολλάκις τὴν ψυχὴν ἐπί τινων πλημ-
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
19
μελημάτων διὰ τὴν τοῦ σώματος ἔνδειάν τε καὶ χρείαν, ἐκπίπτειν
δὲ αὐτὸ τὸ σῶμα τῆς ἐπὶ τοῖς κατορθωθεῖσι κοινωνίας, ὑπὲρ ὧν
τοὺς ἐν τῇ ζωῇ συνδιήνεγκεν πόνους.
καὶ μὴν καὶ πλημμελημάτων κρινομένων οὐ σῴζεται τῇ ψυχῇ τὸ δίκαιον, εἴ γε μόνη
τίνοι δίκην ὑπὲρ ὧν ἐνοχλοῦντος τοῦ σώματος καὶ πρὸς τὰς οἰκείας
ὀρέξεις ἢ κινήσεις ἕλκοντος ἐπλημμέλησεν ποτὲ μὲν κατὰ συναρπαγὴν καὶ κλοπήν,
ποτὲ δὲ κατά τινα βιαιοτέραν ὁλκήν, ἄλλοτε
δὲ κατὰ συνδρομὴν ἐν χάριτος μέρει καὶ θεραπείας τῆς τούτου
συστάσεως.
ἢ πῶς οὐκ ἄδικον τὴν ψυχὴν κρίνεσθαι καθ' ἑαυτὴν
ὑπὲρ ὧν οὐδ' ἡντινοῦν ἔχει κατὰ τὴν ἑαυτῆς φύσιν οὐκ ὄρεξιν οὐ
κίνησιν οὐχ ὁρμήν, οἷον λαγνείας ἢ βίας ἢ πλεονεξίας [ἀδικίας] καὶ
τῶν ἐπὶ τούτοις ἀδικημάτων;
εἰ γὰρ τὰ πλεῖστα τῶν τοιούτων
γίνεται κακῶν ἐκ τοῦ μὴ κατακρατεῖν τοὺς ἀνθρώπους τῶν ἐν-
οχλούντων παθῶν, ἐνοχλοῦνται δὲ ὑπὸ τῆς τοῦ σώματος ἐνδείας
καὶ χρείας καὶ τῆς περὶ τοῦτο σπουδῆς καὶ θεραπείας (τούτων γὰρ
ἕνεκεν πᾶσα ἡ κτῆσις καὶ πρὸ ταύτης ἡ χρῆσις, ἔτι δὲ γάμος καὶ ὅσαι
κατὰ τὸν βίον πράξεις, ἐν οἷς καὶ περὶ ἃ θεωρεῖται τό τε πλημμελὲς
καὶ τὸ μὴ τοιοῦτον), ποῦ δίκαιον ἐν οἷς πρωτοπαθεῖ τὸ σῶμα καὶ
τὴν ψυχὴν ἕλκει πρὸς συμπάθειαν καὶ κοινωνίαν τῶν ἐφ' ἃ κινεῖται
πράξεων, αὐτὴν κρίνεσθαι μόνην, καὶ τὰς μὲν ὀρέξεις καὶ τὰς
ἡδονάς, ἔτι δὲ φόβους καὶ λύπας, ἐφ' ὧν πᾶν τὸ μὴ μέτριον ὑπό-
δικον, ἀπὸ τοῦ σώματος ἔχειν τὴν κίνησιν, τὰς δὲ ἐκ τούτων
ἁμαρτίας καὶ τὰς ἐπὶ τοῖς ἡμαρτημένοις τιμωρίας ἐπὶ τὴν ψυχὴν
φέρεσθαι μόνην τὴν μήτε δεομένην τοιούτου τινὸς μήτε ὀρεγομένην
μήτε φοβουμένην ἢ πάσχουσάν τι τοιοῦτον καθ' ἑαυτὴν οἷον πάσχειν
πέφυκεν ἄνθρωπος;
ἀλλὰ κἂν μὴ μόνου τοῦ σώματος, ἀνθρώπου
δὲ θῶμεν εἶναι τὰ πάθη, λέγοντες ὀρθῶς διὰ τὸ μίαν ἐξ ἀμφοτέρων
εἶναι τὴν τούτου ζωήν, οὐ δήπου γε καὶ τῇ ψυχῇ ταῦτα προσήκειν
φήσομεν, ὁπόταν καθαρῶς τὴν ἰδίαν αὐτῆς ἐπισκοπῶμεν φύσιν.
εἰ γὰρ πάσης καθάπαξ τροφῆς ἐστιν ἀνενδεής, οὐκ ἂν ὀρεχθείη
ποτὲ τούτων ὧν οὐδαμῶς δεῖται πρὸς τὸ εἶναι, οὐδ' ἂν ὁρμήσειεν
ἐπί τι τούτων οἷς μηδ' ὅλως χρῆσθαι πέφυκεν· ἀλλ' οὐδ' ἂν λυπηθείη
δι' ἀπορίαν χρημάτων ἢ κτημάτων ὡς οὐδὲν αὐτῇ προσηκόντων.
εἰ δὲ καὶ φθορᾶς ἐστι κρείττων, οὐδὲν φοβεῖται τὸ παράπαν ὡς
φθαρτικὸν ἑαυτῆς· οὐ γὰρ δέδοικεν οὐ λιμὸν οὐ νόσον οὐ πήρωσιν οὐ
λώβην οὐ πῦρ οὐ σίδηρον, ἐπεὶ μηδὲ παθεῖν ἐκ τούτων δύναταί τι
βλαβερὸν μηδ' ἀλγεινόν, οὐχ ἁπτομένων αὐτῆς τὸ παράπαν οὔτε
σωμάτων οὔτε σωματικῶν δυνάμεων.
εἰ δὲ τὸ τὰ πάθη ταῖς
ψυχαῖς ἰδιαζόντως προσάπτειν ἄτοπον, τὸ τὰς ἐκ τούτων ἁμαρτίας
καὶ τὰς ἐπὶ ταύταις τιμωρίας ἐπὶ μόνας φέρειν τὰς ψυχὰς ὑπερ-
βαλλόντως ἄδικον καὶ τῆς τοῦ θεοῦ κρίσεως ἀνάξιον.
Πρὸς δὲ τοῖς εἰρημένοις πῶς οὐκ ἄτοπον τὴν μὲν ἀρετὴν καὶ τὴν
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
20
κακίαν μηδὲ νοηθῆναι δύνασθαι χωρὶς ἐπὶ τῆς ψυχῆς (ἀνθρώπου γὰρ
ἀρετὰς εἶναι γινώσκομεν τὰς ἀρετὰς, ὥσπερ οὖν καὶ τὴν ταύταις
ἀντικειμένην κακίαν οὐ ψυχῆς κεχωρισμένης τοῦ σώματος καὶ καθ'
ἑαυτὴν οὔσης), τὴν δὲ ἐπὶ τούτοις τιμὴν ἢ τιμωρίαν ἐπὶ μόνης
φέρεσθαι τῆς ψυχῆς;
ἢ πῶς ἄν τις καὶ νοήσειεν ἐπὶ ψυχῆς
μόνης ἀνδρείαν ἢ καρτερίαν, οὐκ ἐχούσης οὐ θανάτου φόβον οὐ
τραύματος οὐ πηρώσεως οὐ ζημίας οὐκ αἰκίας οὐ τῶν ἐπὶ τούτοις
ἀλγημάτων ἢ τῆς ἐκ τούτων κακοπαθείας;
πῶς δὲ ἐγκράτειαν
καὶ σωφροσύνην, οὐδεμιᾶς ἑλκούσης αὐτὴν ἐπιθυμίας πρὸς τροφὴν
ἢ μῖξιν ἢ τὰς ἄλλας ἡδονάς τε καὶ τέρψεις οὐδ' ἄλλου τινὸς οὔτ'
ἔσωθεν ἐνοχλοῦντος οὔτ' ἔξωθεν ἐρεθίζοντος;
πῶς δὲ φρόνησιν,
οὐχ ὑποκειμένων αὐτῇ πρακτέων καὶ μὴ πρακτέων οὐδ' αἱρετῶν καὶ
φευκτῶν, μᾶλλον δὲ μηδεμιᾶς ἐνούσης αὐτῇ κινήσεως τὸ παράπαν
ἢ φυσικῆς ὁρμῆς ἐπί τι τῶν πρακτέων;
ποῦ δὲ ὅλως ψυχαῖς ἡ
πρὸς ἀλλήλας δικαιοσύνη προσφυὴς ἢ πρὸς ἄλλο τι τῶν ὁμογενῶν ἢ
τῶν ἑτερογενῶν, οὐκ ἐχούσαις οὔτε πόθεν οὔτε δι' ὧν οὔτε πῶς
ἀπονείμωσι τὸ κατ' ἀξίαν ἢ κατ' ἀναλογίαν ἴσον ἐξῃρημένης τῆς εἰς
θεὸν τιμῆς, οὐδ' ἄλλως ἐχούσαις ὁρμὴν ἢ κίνησιν πρὸς χρῆσιν
ἰδίων ἢ πρὸς ἀποχὴν ἀλλοτρίων, τῆς μὲν χρήσεως τῶν κατὰ φύσιν
καὶ τῆς ἀποχῆς ἐπὶ τῶν χρῆσθαι πεφυκότων θεωρουμένης, τῆς δὲ
ψυχῆς μήτε δεομένης τινὸς μήτε χρῆσθαι τισὶν ἢ τινὶ πεφυκυίας καὶ
διὰ τοῦτο μηδὲ τῆς λεγομένης ἰδιοπραγίας τῶν μερῶν ἐπὶ τῆς
οὕτως ἐχούσης ψυχῆς εὑρεθῆναι δυναμένης;
Καὶ μὴν κἀκεῖνο πάντων παραλογώτατον, τὸ τοὺς μὲν θεσ-
πισθέντας νόμους ἐπ' ἀνθρώπους φέρειν, τῶν δὲ νομίμως ἢ παρα-
νόμως πεπραγμένων τὴν δίκην ἐπὶ μόνας τρέπειν τὰς ψυχάς.
εἰ γὰρ ὁ τοὺς νόμους δεξάμενος αὐτὸς δέξαιτ' ἂν δικαίως καὶ τῆς
παρανομίας τὴν δίκην, ἐδέξατο δὲ τοὺς νόμους ἄνθρωπος, οὐ ψυχὴ
καθ' ἑαυτήν, ἄνθρωπον δεῖ καὶ τὴν ὑπὲρ τῶν ἡμαρτημένων ὑποσχεῖν
δίκην, οὐ ψυχὴν καθ' ἑαυτήν· ἐπεὶ μὴ ψυχαῖς ἐθέσπισεν θεὸς
ἀπέχεσθαι τῶν οὐδὲν αὐταῖς προσηκόντων, οἷον μοιχείας φόνου
κλοπῆς ἁρπαγῆς τῆς κατὰ τῶν γεννησάντων ἀτιμίας πάσης τε
κοινῶς τῆς ἐπ' ἀδικίᾳ καὶ βλάβῃ τῶν πέλας γινομένης ἐπιθυμίας.
οὔτε γὰρ τὸ “τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα” ψυχαῖς
μόνον εὐάρμοστον, οὐ προσηκόντων αὐταῖς τῶν τοιούτων ὀνομάτων·
οὐ γὰρ ψυχαὶ ψυχὰς γεννῶσαι τὴν τοῦ πατρὸς ἢ τῆς μητρὸς
οἰκειοῦνται προσηγορίαν, ἀλλ' ἀνθρώπους ἄνθρωποι·
οὔτε οὖν τὸ “οὐ μοιχεύσεις” ἐπὶ ψυχῶν λεχθείη ποτ' ἂν ἢ νοηθείη δεόντως,
οὐκ οὔσης ἐν αὐταῖς τῆς κατὰ τὸ ἄρσεν καὶ θῆλυ διαφορᾶς οὐδὲ πρὸς
μῖξιν τινὸς ἐπιτηδειότητος ἢ πρὸς ταύτην ὀρέξεως. ὀρέξεως δὲ
τοιαύτης οὐκ οὔσης, οὐδὲ μῖξιν εἶναι δυνατόν· παρ' οἷς δὲ μῖξις
ὅλως οὐκ ἔστιν, οὐδὲ ἔνθεσμος μῖξις, ὅπερ ἐστὶν γάμος· ἐννόμου δὲ
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
21
μίξεως οὐκ οὔσης, οὐδὲ τὴν παράνομον καὶ τὴν ἐπ' ἀλλοτρίᾳ
γυναικὶ γινομένην ὄρεξιν ἢ μῖξιν εἶναι δυνατόν, τοῦτο γάρ ἐστι
μοιχεία. ἀλλ' οὐδὲ τὸ κλοπὴν ἀπαγορεύειν ἢ τὴν τοῦ πλείονος
ἐπιθυμίαν ψυχαῖς προσφυές· οὐδὲ γὰρ δέονται τούτων ὧν οἱ
δεόμενοι διὰ φυσικὴν ἔνδειαν ἢ χρείαν κλέπτειν εἰώθασιν καὶ
λῃστεύειν, οἷον χρυσὸν ἢ ἄργυρον ἢ ζῷον ἢ ἄλλο τι τῶν πρὸς
τροφὴν ἢ σκέπην ἢ χρῆσιν ἐπιτηδείων· ἀχρεῖον γὰρ ἀθανάτῳ φύσει
πᾶν ὁπόσον τοῖς ἐνδεέσιν ὀρεκτὸν ὡς χρήσιμον.
ἀλλ' ὁ μὲν
ἐντελέστερος περὶ τούτων λόγος ἀφείσθω τοῖς σπουδαιότερον
ἕκαστον σκοπεῖν βουλομένοις ἢ φιλοτιμότερον διαγωνίζεσθαι πρὸς
τοὺς διαφερομένους, ἡμῖν δὲ ἀρκούντων τῶν ἀρτίως εἰρημένων καὶ
τῶν συμφώνως τούτοις τὴν ἀνάστασιν πιστουμένων τὸ τοῖς αὐτοῖς
ἐπὶ πλεῖον ἐνδιατρίβειν οὐκέτ' ἂν ἔχοι καιρόν· οὐ γὰρ τὸ μηδὲν
παραλιπεῖν τῶν ἐνόντων εἰπεῖν πεποιήμεθα σκοπόν, ἀλλὰ τὸ κεφα-
λαιωδῶς ὑποδεῖξαι τοῖς συνελθοῦσιν ἃ χρὴ περὶ τῆς ἀναστάσεως
φρονεῖν καὶ τῇ δυνάμει τῶν παρόντων συμμετρῆσαι τὰς ἐπὶ τοῦτο
φερούσας ἀφορμάς.
Ἐξητασμένων δὲ ποσῶς τῶν προτεθέντων ὑπόλοιπον ἂν εἴη
καὶ τὸν ἀπὸ τοῦ τέλους διασκέψασθαι λόγον, ἤδη μὲν τοῖς εἰρη-
μένοις ἐμφαινόμενον, τοσαύτης δὲ μόνον ἐπιστασίας καὶ προσ-
θήκης δεόμενον, ὡς μὴ δοκεῖν τι τῶν μικρῷ <πρόσθεν> εἰρημένων
ἀμνημόνευτον καταλιπόντα παραβλάψαι τὴν ὑπόθεσιν ἢ τὴν ἐξ
ἀρχῆς γενομένην διαίρεσιν.
τούτων τε οὖν ἕνεκεν καὶ τῶν ἐπὶ
τούτοις ἐγκληθησομένων καλῶς ἂν ἔχοι τοσοῦτον ἐπισημήνασθαι
μόνον ὅτι δεῖ καὶ τῶν ἐκ φύσεως συνισταμένων καὶ τῶν κατὰ
τέχνην γινομένων οἰκεῖον ἑκάστου τέλος εἶναι, τοῦτο που καὶ τῆς
κοινῆς πάντων ἐννοίας ἐκδιδασκούσης ἡμᾶς καὶ τῶν ἐν ὀφθαλμοῖς
στρεφομένων ἐπιμαρτυρούντων.
ἦ γὰρ οὐ θεωροῦμεν ἕτερόν τι
τοῖς γεωργοῦσιν, ἕτερον δὲ τοῖς ἰατρεύουσιν ὑποκείμενον τέλος,
καὶ πάλιν ἄλλο μέν τι τῶν ἐκ γῆς φυομένων, ἄλλο δὲ τῶν ἐπ'
αὐτῆς τρεφομένων ζῴων καὶ κατά τινα φυσικὸν εἱρμὸν γεννω-
μένων;
εἰ δὲ τοῦτ' ἐστὶν ἐναργὲς καὶ δεῖ πάντως ταῖς φυσικαῖς ἢ
τεχνικαῖς δυνάμεσι καὶ ταῖς ἐκ τούτων ἐνεργείαις τὸ κατὰ φύσιν
ἕπεσθαι τέλος, ἀνάγκη πᾶσα καὶ τὸ τῶν ἀνθρώπων τέλος ὡς
ἰδιαζούσης ὂν φύσεως ἐξῃρῆσθαι τῆς τῶν ἄλλων κοινότητος· ἐπεὶ
μηδὲ θεμιτὸν ταὐτὸν ὑποθέσθαι τέλος τῶν τε λογικῆς κρίσεως
ἀμοιρούντων καὶ τῶν κατὰ τὸν ἔμφυτον νόμον καὶ λόγον ἐνεργούντων
ἔμφρονί τε ζωῇ καὶ δίκῃ χρωμένων.
οὔτ' οὖν τὸ ἄλυπον οἰκεῖον
τούτοις ἂν εἴη τέλος, μετείη γὰρ ἂν τούτου καὶ τοῖς παντελῶς
ἀναισθητοῦσιν· ἀλλ' οὐδὲ τῶν τὸ σῶμα τρεφόντων ἢ τερπόντων
ἀπόλαυσις καὶ πλῆθος ἡδονῶν· ἢ πρωτεύειν ἀνάγκη τὸν κτηνώδη
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
22
βίον, ἀτελῆ δ' εἶναι τὸν κατ' ἀρετήν. κτηνῶν γὰρ οἶμαι καὶ βοσ-
κημάτων οἰκεῖον τοῦτο τέλος, οὐκ ἀνθρώπων ἀθανάτῳ ψυχῇ καὶ
λογικῇ κρίσει χρωμένων.
οὐ μὴν οὐδὲ μακαριότης ψυχῆς κεχωρισμένης σώματος· οὐδὲ
γὰρ τὴν θατέρου τούτων ἐξ ὧν συνέστηκεν ἄνθρωπος ἐσκοποῦμεν
ζωὴν ἢ τέλος, ἀλλὰ τοῦ συνεστῶτος ἐξ ἀμφοῖν· τοιοῦτος γὰρ πᾶς ὁ
τόνδε τὸν βίον λαχὼν ἄνθρωπος καὶ δεῖ τῆς τούτου ζωῆς εἶναί τι
τέλος οἰκεῖον.
εἰ δὲ τοῦ συναμφοτέρου τὸ τέλος, τοῦτο δὲ οὔτε
ζώντων αὐτῶν ἔτι κατὰ τόνδε τὸν βίον εὑρεθῆναι δυνατὸν διὰ τὰς
πολλάκις ἤδη ·ηθείσας αἰτίας οὔτε μὴν ἐν χωρισμῷ τυγχανούσης
τῆς ψυχῆς, τῷ μηδὲ συνεστάναι τὸν τοιοῦτον ἄνθρωπον διαλυ-
θέντος ἢ καὶ πάντῃ σκεδασθέντος τοῦ σώματος κἂν ἡ ψυχὴ διαμένῃ
καθ' ἑαυτήν, ἀνάγκη πᾶσα κατ' ἄλλην τινὰ τοῦ συναμφοτέρου καὶ τοῦ
αὐτοῦ ζῴου σύστασιν τὸ τῶν ἀνθρώπων φανῆναι τέλος.
τούτου
δ' ἐξ ἀνάγκης ἑπομένου, δεῖ πάντως γενέσθαι τῶν νεκρωθέντων
ἢ καὶ πάντῃ διαλυθέντων σωμάτων ἀνάστασιν καὶ τοὺς αὐτοὺς
ἀνθρώπους συστῆναι πάλιν· ἐπειδή γε τὸ μὲν τέλος οὐχ ἁπλῶς
οὐδὲ τῶν ἐπιτυχόντων ἀνθρώπων ὁ τῆς φύσεως τίθεται νόμος,
ἀλλ' αὐτῶν ἐκείνων τῶν κατὰ τὴν προλαβοῦσαν ζωὴν βεβιωκότων,
τοὺς δ' αὐτοὺς ἀνθρώπους συστῆναι πάλιν ἀμήχανον, μὴ τῶν αὐτῶν
σωμάτων ταῖς αὐταῖς ψυχαῖς ἀποδοθέντων. τὸ δ' αὐτὸ σῶμα
τὴν αὐτὴν ψυχὴν ἀπολαβεῖν ἄλλως μὲν ἀδύνατον, κατὰ μόνην δὲ
τὴν ἀνάστασιν δυνατόν· ταύτης γὰρ γενομένης καὶ τὸ τῇ φύσει
τῶν ἀνθρώπων πρόσφορον ἐπακολουθεῖ τέλος.
τέλος δὲ ζωῆς
ἔμφρονος καὶ λογικῆς κρίσεως οὐκ ἂν ἁμάρτοι τις εἰπὼν τὸ τούτοις
ἀπερισπάστως συνδιαιωνίζειν οἷς μάλιστα καὶ πρώτως ὁ φυσικὸς
συνήρμοσται λόγος, τῇ τε θεωρίᾳ τοῦ δόντος καὶ τῶν ἐκείνῳ δεδογ-
μένων ἀπαύστως ἐπαγάλλεσθαι· κἂν οἱ πολλοὶ τῶν ἀνθρώπων
ἐμπαθέστερον καὶ σφοδρότερον τοῖς τῇδε προσπεπονθότες ἄστοχοι
τούτου διατελῶσιν.
οὐ γὰρ ἀκυροῖ τὴν κοινὴν ἀποκλήρωσιν τὸ
πλῆθος τῶν ἀποπιπτόντων τοῦ προσήκοντος αὐτοῖς τέλους, ἰδια-
ζούσης τῆς ἐπὶ τούτοις ἐξετάσεως καὶ τῆς ἑκάστῳ συμμετρου-
μένης ὑπὲρ τῶν εὖ ἢ κακῶς βεβιωμένων τιμῆς ἢ δίκης.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου